Скрыть
1:1
1:2
1:5
1:8
1:13
1:17
1:19
λόγος κυρίου ὃς ἐγενήθη προ­̀ς Ιωηλ τὸν τοῦ Βαθουηλ
ἀκούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι καὶ ἐνωτίσασθε πάν­τες οἱ κατοικοῦν­τες τὴν γῆν εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν
ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν
τὰ κατα­́λοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς καὶ τὰ κατα­́λοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος καὶ τὰ κατα­́λοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη
ἐκνήψατε οἱ μεθύον­τες ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε θρηνήσατε πάν­τες οἱ πίνον­τες οἶνον εἰς μέθην ὅτι ἐξῆρται ἐκ στόμα­τος ὑμῶν εὐφροσύνη καὶ χαρά
ὅτι ἔθνος ἀνέβη ἐπι­̀ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον οἱ ὀδόν­τες αὐτοῦ ὀδόν­τες λέον­τος καὶ αἱ μύλαι αὐτοῦ σκύμνου
ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν ἐρευνῶν ἐξηρεύ­νησεν αὐτὴν καὶ ἔρριψεν ἐλεύ­κανεν κλήματα αὐτῆς
θρήνησον προ­́ς με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπι­̀ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν
ἐξῆρται θυσία καὶ σπονδὴ ἐξ οἴκου κυρίου πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦν­τες θυσιαστηρίῳ
ὅτι τεταλαιπώρηκεν τὰ πεδία πενθείτω ἡ γῆ ὅτι τεταλαιπώρηκεν σῖτος ἐξηράνθη οἶνος ὠλιγώθη ἔλαιον
ἐξηράνθησαν οἱ γεωργοί θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς ὅτι ἀπό­λωλεν τρυγητὸς ἐξ ἀγροῦ
ἡ ἄμπελος ἐξηράνθη καὶ αἱ συκαῖ ὠλιγώθησαν ῥόα καὶ φοῖνιξ καὶ μῆλον καὶ πάν­τα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων
περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς θρηνεῖτε οἱ λειτουργοῦν­τες θυσιαστηρίῳ εἰσέλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦν­τες θεῷ ὅτι ἀπέσχηκεν ἐξ οἴκου θεοῦ ὑμῶν θυσία καὶ σπονδή
ἁγιάσατε νηστείαν κηρύξατε θεραπείαν συν­αγάγετε πρεσβυτέρους πάν­τας κατοικοῦν­τας γῆν εἰς οἶκον θεοῦ ὑμῶν καὶ κεκράξατε προ­̀ς κύριον ἐκτενῶς
οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέραν ὅτι ἐγγὺς ἡμέρα κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει
κατέναν­τι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλεθρεύ­θη ἐξ οἴκου θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά
ἐσκίρτησαν δαμάλεις ἐπι­̀ ταῖς φάτναις αὐτῶν ἠφανίσθησαν θησαυροί κατεσκάφησαν ληνοί ὅτι ἐξηράνθη σῖτος
τί ἀπο­θήσομεν ἑαυτοῖς ἔκλαυσαν βουκόλια βοῶν ὅτι οὐχ ὑπῆρχεν νομὴ αὐτοῖς καὶ τὰ ποίμνια τῶν προ­βάτων ἠφανίσθησαν
προ­̀ς σέ κύριε βοήσομαι ὅτι πῦρ ἀνήλωσεν τὰ ὡραῖα τῆς ἐρήμου καὶ φλὸξ ἀνῆψεν πάν­τα τὰ ξύλα τοῦ ἀγροῦ
καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν προ­̀ς σέ ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πῦρ κατέφαγεν τὰ ὡραῖα τῆς ἐρήμου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible