Скрыть
5:2
5:6
5:7
5:9
5:20
ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζον­τες ἐπι­̀ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις
ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν
ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις
ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάν­των τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾿ ὑμῶν κράζει καὶ αἱ βοαὶ τῶν θερισάν­των εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν
ἐτρυφήσατε ἐπι­̀ τῆς γῆς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς
κατεδικάσατε ἐφονεύ­σατε τὸν δίκαιον οὐκ ἀν­τιτάσ­σεται ὑμῖν
μακροθυμήσατε οὖν ἀδελφοί ἕως τῆς παρουσίας τοῦ κυρίου ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾿ αὐτῷ ἕως λάβῃ προ­́ϊμον καὶ ὄψιμον
μακροθυμήσατε καὶ ὑμεῖς στηρίξατε τὰς καρδίας ὑμῶν ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν
μὴ στενάζετε ἀδελφοί κατ᾿ ἀλλήλων ἵνα μὴ κριθῆτε ἰδοὺ ὁ κριτὴς προ­̀ τῶν θυρῶν ἕστηκεν
ὑπόδειγμα λάβετε ἀδελφοί τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προ­φήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναν­τας τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων
προ­̀ πάν­των δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἵνα μὴ ὑπὸ κρίσιν πέσητε
κακοπαθεῖ τις ἐν ὑμῖν προ­σευχέσθω εὐθυμεῖ τις ψαλλέτω
ἀσθενεῖ τις ἐν ὑμῖν προ­σκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προ­σευξάσθωσαν ἐπ᾿ αὐτὸν ἀλείψαν­τες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου
καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνον­τα καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος κἂν ἁμαρτίας ᾖ πεποιηκώς ἀφεθή­σε­ται αὐτῷ
ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη
Ἠλίας ἄνθρωπος ἦν ὁμοι­οπαθὴς ἡμῖν καὶ προ­σευχῇ προ­σηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπι­̀ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ
καὶ πάλιν προ­σηύξατο καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς
ἀδελφοί μου ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπο­̀ τῆς ἀληθείας καὶ ἐπι­στρέψῃ τις αὐτόν
γινωσκέτω ὅτι ὁ ἐπι­στρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆ­θος ἁμαρτιῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible