Скрыть
4:2
4:7
4:16
πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐν­τεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν
ἐπι­θυμεῖτε καὶ οὐκ ἔχετε φονεύ­ετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπι­τυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε δια­̀ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς
αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε
μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ θεοῦ καθίσταται
ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει προ­̀ς φθόνον ἐπι­ποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν
μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει ὁ θεὸς ὑπερηφάνοις ἀν­τιτάσ­σεται ταπεινοῖς δὲ δίδωσιν χάριν
ὑποτάγητε οὖν τῷ θεῷ ἀν­τίστητε δὲ τῷ δια­βόλῳ καὶ φεύ_κ­σε­ται ἀφ᾿ ὑμῶν
ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν
ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς
μὴ κατα­λαλεῖτε ἀλλήλων ἀδελφοί ὁ κατα­λαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ κατα­λαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής
εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής ὁ δυνά­με­νος σῶσαι καὶ ἀπο­λέσαι σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλη­σίον
ἄγε νῦν οἱ λέγον­τες σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν
οἵτινες οὐκ ἐπι­́στασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε ἡ προ­̀ς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη
ἀν­τὶ τοῦ λέγειν ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποι­οῦν­τι ἁμαρτία αὐτῷ ἐστιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible