Скрыть
2:2
2:3
2:4
2:6
2:7
2:12
2:16
2:17
2:18
2:20
2:22
2:24
2:26
ἀδελφοί μου μὴ ἐν προ­σωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης
ἐὰν γὰρ εἰσέλθῃ εἰς συν­αγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρα­͂ͅ ἐσθῆτι
ἐπι­βλέψητε δὲ ἐπι­̀ τὸν φοροῦν­τα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε σὺ κάθου ὧδε καλῶς καὶ τῷ πτωχῷ εἴπητε σὺ στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου
οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ δια­λογισμῶν πονηρῶν
ἀκούσατε ἀδελφοί μου ἀγαπητοί οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν
ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν οὐχ οἱ πλούσιοι κατα­δυναστεύ­ουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια
οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπι­κληθὲν ἐφ᾿ ὑμᾶς
εἰ μέν­τοι νόμον τελεῖτε βασιλικὸν κατα­̀ τὴν γραφήν ἀγαπήσεις τὸν πλη­σίον σου ὡς σεαυτόν καλῶς ποιεῖτε
εἰ δὲ προ­σωπολημπτεῖτε ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παρα­βάται
ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ πταίσῃ δὲ ἐν ἑνί γέγονεν πάν­των ἔνοχος
ὁ γὰρ εἰπών μὴ μοιχεύ­σῃς εἶπεν καί μὴ φονεύ­σῃς εἰ δὲ οὐ μοιχεύ­εις φονεύ­εις δέ γέγονας παρα­βάτης νόμου
οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς δια­̀ νόμου ἐλευθερίας μέλλον­τες κρίνεσθαι
ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαν­τι ἔλεος κατα­καυχᾶται ἔλεος κρίσεως
τί τὸ ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν
ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς
εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν ὑπάγετε ἐν εἰρήνῃ θερμαίνεσθε καὶ χορτάζεσθε μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπι­τήδεια τοῦ σώμα­τος τί τὸ ὄφελος
οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔχῃ ἔργα νεκρά ἐστιν καθ᾿ ἑαυτήν
ἀλλ᾿ ἐρεῖ τις σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν
σὺ πιστεύ­εις ὅτι εἷς ἐστιν ὁ θεός καλῶς ποιεῖς καὶ τὰ δαιμόνια πιστεύ­ουσιν καὶ φρίσ­σουσιν
θέλεις δὲ γνῶναι ὦ ἄνθρωπε κενέ ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπι­̀ τὸ θυσιαστήριον
βλέπεις ὅτι ἡ πίστις συν­ήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη
καὶ ἐπλη­ρώθη ἡ γραφὴ ἡ λέγουσα ἐπι­́στευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη
ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον
ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα
ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύ­μα­τος νεκρόν ἐστιν οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible