Скрыть
1:1
1:4
1:7
1:8
1:9
1:11
1:14
1:16
1:20
1:23
1:24
Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ δια­σπορᾷ χαίρειν
πᾶσαν χαρὰν ἡγήσασθε ἀδελφοί μου ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις
γινώσκον­τες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν
ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι
εἰ δέ τις ὑμῶν λείπεται σοφίας αἰτείτω παρα­̀ τοῦ διδόν­τος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζον­τος καὶ δοθή­σε­ται αὐτῷ
αἰτείτω δὲ ἐν πίστει μηδὲν δια­κρινό­με­νος ὁ γὰρ δια­κρινό­με­νος ἔοικεν κλύδωνι θαλάσ­σης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ
μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψ­σε­ταί τι παρα­̀ τοῦ κυρίου
ἀνὴρ δίψυχος ἀκατα­́στα­τος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ
καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ
ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ ὅτι ὡς ἄνθος χόρτου παρελεύ­­σε­ται
ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προ­σώπου αὐτοῦ ἀπώλετο οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθή­σε­ται
μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν ὅτι δόκιμος γενό­με­νος λήμψ­σε­ται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν
μηδεὶς πειραζό­με­νος λεγέτω ὅτι ἀπο­̀ θεοῦ πειράζομαι ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν πειράζει δὲ αὐτὸς οὐδένα
ἕκασ­τος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπι­θυμίας ἐξελκό­με­νος καὶ δελεαζό­με­νος
εἶτα ἡ ἐπι­θυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν ἡ δὲ ἁμαρτία ἀπο­τελεσθεῖσα ἀπο­κύει θάνατον
μὴ πλανᾶσθε ἀδελφοί μου ἀγαπητοί
πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν κατα­βαῖνον ἀπο­̀ τοῦ πατρὸς τῶν φώτων παρ᾿ ᾧ οὐκ ἔνι παρα­λλαγὴ ἢ τροπῆς ἀπο­σκίασμα
βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων
ἴστε ἀδελφοί μου ἀγαπητοί ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι βραδὺς εἰς τὸ λαλῆσαι βραδὺς εἰς ὀργήν
ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται
διὸ ἀπο­θέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισ­σείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν
γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παρα­λογιζόμενοι ἑαυτούς
ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής οὗτος ἔοικεν ἀνδρὶ κατα­νοοῦν­τι τὸ προ­́σωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ
κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν
ὁ δὲ παρα­κύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παρα­μείνας οὐκ ἀκροατὴς ἐπι­λησμονῆς γενό­με­νος ἀλλὰ ποιητὴς ἔργου οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται
εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσ­σαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ τούτου μάταιος ἡ θρησκεία
θρησκεία καθαρὰ καὶ ἀμίαν­τος παρα­̀ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν ἐπι­σκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπο­̀ τοῦ κόσμου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible