Скрыть
3:4
3:5
3:7
3:9
3:10
3:12
3:17
3:18
3:19
ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατα­νοήσατε τὸν ἀπό­στολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν
πιστὸν ὄν­τα τῷ ποιήσαν­τι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ
πλείονος γὰρ οὗτος δόξης παρα­̀ Μωϋσῆν ἠξίωται καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατα­σκευάσας αὐτόν
πᾶς γὰρ οἶκος κατα­σκευάζεται ὑπό τινος ὁ δὲ πάν­τα κατα­σκευάσας θεός
καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων
Χριστὸς δὲ ὡς υἱὸς ἐπι­̀ τὸν οἶκον αὐτοῦ οὗ οἶκός ἐσμεν ἡμεῖς ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατα­́σχωμεν
διό καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παρα­πικρασμῷ κατα­̀ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου
τεσ­σεράκον­τα ἔτη διὸ προ­σώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον ἀεὶ πλανῶν­ται τῇ καρδίᾳ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου εἰ εἰσελεύ­σον­ται εἰς τὴν κατα­́παυσίν μου
βλέπετε ἀδελφοί μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀπο­στῆναι ἀπο­̀ θεοῦ ζῶν­τος
ἀλλὰ παρα­καλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας
μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατα­́σχωμεν
ἐν τῷ λέγεσθαι σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παρα­πικρασμῷ
τίνες γὰρ ἀκούσαν­τες παρεπίκραναν ἀλλ᾿ οὐ πάν­τες οἱ ἐξελθόν­τες ἐξ Αἰγύπτου δια­̀ Μωϋσέως
τίσιν δὲ προ­σώχθισεν τεσ­σεράκον­τα ἔτη οὐχὶ τοῖς ἁμαρτήσασιν ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ
τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύ­σεσθαι εἰς τὴν κατα­́παυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν
καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾿ ἀπιστίαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible