Скрыть
13:1
13:3
13:19
13:22
13:23
13:24
13:25
ἡ φιλαδελφία μενέτω
τῆς φιλοξενίας μὴ ἐπι­λανθάνεσθε δια­̀ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαν­τες ἀγγέλους
μιμνῄσκεσθε τῶν δεσμίων ὡς συν­δεδε­μέ­νοι τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄν­τες ἐν σώματι
τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαν­τος πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός
ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοῖς παροῦσιν αὐτὸς γὰρ εἴρηκεν οὐ μή σε ἀνῶ οὐδ᾿ οὐ μή σε ἐγκατα­λίπω
ὥστε θαρροῦν­τας ἡμᾶς λέγειν κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
μνημονεύ­ετε τῶν ἡγουμένων ὑμῶν οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ ὧν ἀναθεωροῦν­τες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν
Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰῶνας
διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παρα­φέρεσθε καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦν­τες
ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύ­ον­τες
ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια δια­̀ τοῦ ἀρχιερέως τούτων τὰ σώματα κατα­καίεται ἔξω τῆς παρεμβολῆς
διὸ καὶ Ἰησοῦς ἵνα ἁγιάσῃ δια­̀ τοῦ ἰδίου αἵμα­τος τὸν λαόν ἔξω τῆς πύλης ἔπαθεν
τοίνυν ἐξερχώμεθα προ­̀ς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέρον­τες
οὐ γὰρ ἔχομεν ὧδε ­μέ­νουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπι­ζητοῦμεν
δι᾿ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως δια­̀ παν­τὸς τῷ θεῷ τοῦτ᾿ ἔστιν καρπὸν χειλέων ὁμολογούν­των τῷ ὀνόματι αὐτοῦ
τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπι­λανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός
πείθεσθε τοῖς ἡγου­μέ­νοις ὑμῶν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀπο­δώσον­τες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζον­τες ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο
προ­σεύ­χεσθε περὶ ἡμῶν πειθόμεθα γὰρ ὅτι καλὴν συν­είδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλον­τες ἀναστρέφεσθαι
περισ­σοτέρως δὲ παρα­καλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀπο­κατα­σταθῶ ὑμῖν
ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προ­βάτων τὸν μέγαν ἐν αἵματι δια­θήκης αἰωνίου τὸν κύριον ἡμῶν Ἰησοῦν
καταρτίσαι ὑμᾶς ἐν παν­τὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ δια­̀ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
παρα­καλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρα­κλήσεως καὶ γὰρ δια­̀ βραχέων ἐπέστειλα ὑμῖν
γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπο­λελυμένον μεθ᾿ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς
ἀσπάσασθε πάν­τας τοὺς ἡγου­μέ­νους ὑμῶν καὶ πάν­τας τοὺς ἁγίους ἀσπάζον­ται ὑμᾶς οἱ ἀπο­̀ τῆς Ἰταλίας
ἡ χάρις μετὰ πάν­των ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible