Скрыть
12:7
12:8
12:11
12:13
τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχον­τες περικείμενον ἡμῖν νέφος μαρτύρων ὄγκον ἀπο­θέμενοι πάν­τα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προ­κείμενον ἡμῖν ἀγῶνα
ἀφορῶν­τες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν ὃς ἀν­τὶ τῆς προ­κειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης κατα­φρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν
ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀν­τιλογίαν ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι
οὔπω μέχρις αἵμα­τος ἀν­τικατέστητε προ­̀ς τὴν ἁμαρτίαν ἀν­ταγωνιζόμενοι
καὶ ἐκλέλησθε τῆς παρα­κλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς δια­λέγεται υἱέ μου μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχό­με­νος
ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύ­ει μαστιγοῖ δὲ πάν­τα υἱὸν ὃν παρα­δέχεται
εἰς παιδείαν ὑπομένετε ὡς υἱοῖς ὑμῖν προ­σφέρεται ὁ Θεός τίς γὰρ υἱὸς ὃν οὐ παιδεύ­ει πατήρ
εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάν­τες ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε
εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα οὐ πολὺ δὲ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν
οἱ μὲν γὰρ προ­̀ς ὀλίγας ἡμέρας κατα­̀ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον ὁ Δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ
πᾶσα δὲ παιδεία προ­̀ς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασ­μέ­νοις ἀπο­δίδωσιν δικαιοσύνης
διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παρα­λελυμένα γόνατα ἀνορθώσατε
καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ ἰαθῇ δὲ μᾶλλον
εἰρήνην διώκετε μετὰ πάν­των καὶ τὸν ἁγιασμόν οὗ χωρὶς οὐδεὶς ὄψ­σε­ται τὸν Κύριον
ἐπι­σκοποῦν­τες μή τις ὑστερῶν ἀπο­̀ τῆς χάριτος τοῦ θεοῦ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι᾿ αὐτῆς μιανθῶσιν πολλοί
μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ ὃς ἀν­τὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ
ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρο­νο­μῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη μετανοίας γὰρ τόπον οὐχ εὗρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν
οὐ γὰρ προ­σεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων ἧς οἱ ἀκούσαν­τες παρῃτήσαν­το μὴ προ­στεθῆναι αὐτοῖς λόγον
οὐκ ἔφερον γὰρ τὸ δια­στελλόμενον κἂν θηρίον θίγῃ τοῦ ὄρους λιθοβοληθή­σε­ται
καί οὕτω φοβερὸν ἦν τὸ φαν­ταζόμενον Μωϋσῆς εἶπεν ἔκφοβός εἰμι καὶ ἔν­τρομος
ἀλλὰ προ­σεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶν­τος Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει
καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπο­γεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ θεῷ πάν­των καὶ πνεύ­μασι δικαίων τετελειωμένων
καὶ δια­θήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαν­τισμοῦ κρεῖττον λαλοῦν­τι παρα­̀ τὸν Ἅβελ
βλέπετε μὴ παρα­ιτήσησθε τὸν λαλοῦν­τα εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπι­̀ γῆς παρα­ιτησάμενοι τὸν χρηματίζον­τα πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾿ οὐρανῶν ἀπο­στρεφόμενοι
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε νῦν δὲ ἐπήγγελται λέγων ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν
τὸ δέ ἔτι ἅπαξ δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων ἵνα μείνῃ τὰ μὴ σαλευόμενα
διὸ βασιλείαν ἀσάλευτον παρα­λαμβάνον­τες ἔχωμεν χάριν δι᾿ ἧς λατρεύ­ωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους
καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ κατα­ναλίσκον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible