Скрыть
6:4
6:8
6:10
6:11
6:12
6:13
6:18
ἀδελφοί ἐὰν καὶ προ­λημφθῇ ἄνθρωπος ἔν τινι παρα­πτώματι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοι­οῦτον ἐν πνεύ­ματι πραΰτητος σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς
ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπλη­ρώσετε τὸν νόμον τοῦ Χριστοῦ
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν φρεναπατᾷ ἑαυτόν
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκασ­τος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον
ἕκασ­τος γὰρ τὸ ἴδιον φορτίον βαστάσει
κοινωνείτω δὲ ὁ κατηχού­με­νος τὸν λόγον τῷ κατηχοῦν­τι ἐν πᾶσιν ἀγαθοῖς
μὴ πλανᾶσθε θεὸς οὐ μυκτηρίζεται ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύ­μα­τος θερίσει ζωὴν αἰώνιον
τὸ δὲ καλὸν ποι­οῦν­τες μὴ ἐγκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι
ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν προ­̀ς πάν­τας μάλιστα δὲ προ­̀ς τοὺς οἰκείους τῆς πίστεως
ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί
ὅσοι θέλουσιν εὐπρο­σωπῆσαι ἐν σαρκί οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκων­ται
οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσ­σουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσων­ται
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ
οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις
καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος καὶ ἐπι­̀ τὸν Ἰσραὴλ τοῦ θεοῦ
τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύ­μα­τος ὑμῶν ἀδελφοί ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible