Скрыть
5:3
5:4
5:7
5:8
5:10
5:12
5:15
5:16
5:20
5:21
5:23
5:25
τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε
ἴδε ἐγὼ Пαῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
μαρτύρομαι δὲ πάλιν παν­τὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι
κατηργήθητε ἀπο­̀ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε
ἡμεῖς γὰρ πνεύ­ματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾿ ἀγάπης ἐνεργουμένη
ἐτρέχετε καλῶς τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦν­τος ὑμᾶς
μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσ­σων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἐὰν ᾖ
ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσ­σω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
ὄφελον καὶ ἀπο­κόψον­ται οἱ ἀναστατοῦν­τες ὑμᾶς
ὑμεῖς γὰρ ἐπ᾿ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ δια­̀ τῆς ἀγάπης δουλεύ­ετε ἀλλήλοις
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλή­ρωται ἐν τῷ ἀγαπήσεις τὸν πλη­σίον σου ὡς σεαυτόν
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ᾿ ἀλλήλων ἀναλωθῆτε
λέγω δέ πνεύ­ματι περιπατεῖτε καὶ ἐπι­θυμίαν σαρκὸς οὐ μὴ τελέσητε
ἡ γὰρ σὰρξ ἐπι­θυμεῖ κατα­̀ τοῦ πνεύ­μα­τος τὸ δὲ πνεῦμα κατα­̀ τῆς σαρκός ταῦτα γὰρ ἀλλήλοις ἀν­τίκειται ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε
εἰ δὲ πνεύ­ματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια
εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζῆλος θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις
φθόνοι μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προ­λέγω ὑμῖν καθὼς προ­εῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσ­σον­τες βασιλείαν θεοῦ οὐ κληρο­νο­μήσουσιν
ὁ δὲ καρπὸς τοῦ πνεύ­ματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
πραΰτης ἐγκράτεια κατα­̀ τῶν τοι­ούτων οὐκ ἔστιν νόμος
οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπι­θυμίαις
εἰ ζῶμεν πνεύ­ματι πνεύ­ματι καὶ στοιχῶμεν
μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προ­καλούμενοι ἀλλήλοις φθονοῦν­τες
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible