Скрыть
4:1
4:2
4:6
4:11
4:12
4:13
4:14
4:15
4:16
4:17
4:18
4:19
4:20
4:21
4:25
λέγω δέ ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν δια­φέρει δούλου κύριος πάν­των ὤν
ἀλλὰ ὑπὸ ἐπι­τρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προ­θεσμίας τοῦ πατρός
οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλω­μέ­νοι
ὅτε δὲ ἦλθεν τὸ πλή­ρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπο­λάβωμεν
ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον αββα ὁ πατήρ
ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος δια­̀ θεοῦ
ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύ­σατε τοῖς φύσει μὴ οὖσιν θεοῖς
νῦν δὲ γνόν­τες θεόν μᾶλλον δὲ γνωσθέν­τες ὑπὸ θεοῦ πῶς ἐπι­στρέφετε πάλιν ἐπι­̀ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύ­ειν θέλετε
ἡμέρας παρα­τηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς
φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς
γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε
οἴδατε δὲ ὅτι δι᾿ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ προ­́τερον
καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν
ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαν­τες ἐδώκατέ μοι
ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύ­ων ὑμῖν
ζηλοῦσιν ὑμᾶς οὐ καλῶς ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν ἵνα αὐτοὺς ζηλοῦτε
καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάν­τοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με προ­̀ς ὑμᾶς
τέκνα μου οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν
ἤθελον δὲ παρεῖναι προ­̀ς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀπο­ροῦμαι ἐν ὑμῖν
λέγετέ μοι οἱ ὑπὸ νόμον θέλον­τες εἶναι τὸν νόμον οὐκ ἀκούετε
γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατα­̀ σάρκα γεγέννηται ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι᾿ ἐπαγγελίας
ἅτινά ἐστιν ἀλληγορούμενα αὗται γάρ εἰσιν δύο δια­θῆκαι μία μὲν ἀπο­̀ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ
τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ δουλεύ­ει γὰρ μετὰ τῶν τέκνων αὐτῆς
ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ ἡμῶν
γέγραπται γάρ εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα
ὑμεῖς δέ ἀδελφοί κατα­̀ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ
ἀλλ᾿ ὥσπερ τότε ὁ κατα­̀ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατα­̀ πνεῦμα οὕτως καὶ νῦν
ἀλλὰ τί λέγει ἡ γραφή ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς οὐ γὰρ μὴ κληρο­νο­μήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας
διό ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible