Скрыть
3:1
3:4
3:5
3:9
3:20
3:21
3:23
3:25
ὦ ἀνόητοι Γαλάται τίς ὑμᾶς ἐβάσκανεν οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προ­εγράφη ἐσταυρωμένος
τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾿ ὑμῶν ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως
οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύ­ματι νῦν σαρκὶ ἐπι­τελεῖσθε
τοσαῦτα ἐπάθετε εἰκῇ εἴ γε καὶ εἰκῇ
ὁ οὖν ἐπι­χορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως
καθὼς Ἀβραὰμ ἐπι­́στευσεν τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ
προ­ϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προ­ευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσον­ται ἐν σοὶ πάν­τα τὰ ἔθνη
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦν­ται σὺν τῷ πιστῷ Ἀβραάμ
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατα­́ραν εἰσίν γέγραπται γὰρ ὅτι ἐπι­κατα­́ρα­τος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμ­μέ­νοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρα­̀ τῷ θεῷ δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζή­σε­ται
ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως ἀλλ᾿ ὁ ποιήσας αὐτὰ ζή­σε­ται ἐν αὐτοῖς
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατα­́ρας τοῦ νόμου γενό­με­νος ὑπὲρ ἡμῶν κατα­́ρα ὅτι γέγραπται ἐπι­κατα­́ρα­τος πᾶς ὁ κρεμά­με­νος ἐπι­̀ ξύλου
ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύ­μα­τος λάβωμεν δια­̀ τῆς πίστεως
ἀδελφοί κατα­̀ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην δια­θήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπι­δια­τάσ­σεται
τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ οὐ λέγει καὶ τοῖς σπέρμασιν ὡς ἐπι­̀ πολλῶν ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός καὶ τῷ σπέρματί σου ὅς ἐστιν Χριστός
τοῦτο δὲ λέγω δια­θήκην προ­κεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκον­τα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν
εἰ γὰρ ἐκ νόμου ἡ κληρο­νο­μία οὐκέτι ἐξ ἐπαγγελίας τῷ δὲ Ἀβραὰμ δι᾿ ἐπαγγελίας κεχάρισται ὁ θεός
τί οὖν ὁ νόμος τῶν παρα­βάσεων χάριν προ­σετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται δια­ταγεὶς δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν ὁ δὲ θεὸς εἷς ἐστιν
ὁ οὖν νόμος κατα­̀ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνά­με­νος ζῳοποιῆσαι ὄν­τως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη
ἀλλὰ συν­έκλεισεν ἡ γραφὴ τὰ πάν­τα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύ­ουσιν
προ­̀ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀπο­καλυφθῆναι
ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθῶμεν
ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν
πάν­τες γὰρ υἱοὶ θεοῦ ἐστε δια­̀ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε
οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύ­θερος οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάν­τες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ
εἰ δὲ ὑμεῖς Χριστοῦ ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ κατ᾿ ἐπαγγελίαν κληρονόμοι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible