Скрыть
1:2
1:3
1:5
1:6
1:8
1:9
1:14
1:17
1:22
1:23
1:24
Пαῦλος ἀπό­στολος οὐκ ἀπ᾿ ἀνθρώπων οὐδὲ δι᾿ ἀνθρώπου ἀλλὰ δια­̀ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραν­τος αὐτὸν ἐκ νεκρῶν
καὶ οἱ σὺν ἐμοὶ πάν­τες ἀδελφοί ταῖς ἐκκλησίαις τῆς Γαλατίας
χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
τοῦ δόν­τος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατα­̀ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπο­̀ τοῦ καλέσαν­τος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον
ὃ οὐκ ἔστιν ἄλλο εἰ μή τινές εἰσιν οἱ ταράσ­σον­τες ὑμᾶς καὶ θέλον­τες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ
ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾿ ὃ εὐηγγελισάμεθα ὑμῖν ἀνάθεμα ἔστω
ὡς προ­ειρήκαμεν καὶ ἄρτι πάλιν λέγω εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾿ ὃ παρελάβετε ἀνάθεμα ἔστω
ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν εἰ ἔτι ἀνθρώποις ἤρεσκον Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην
γνωρίζω γὰρ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστιν κατα­̀ ἄνθρωπον
οὐδὲ γὰρ ἐγὼ παρα­̀ ἀνθρώπου παρέλαβον αὐτό οὔτε ἐδιδάχθην ἀλλὰ δι᾿ ἀπο­καλύψεως Ἰησοῦ Χριστοῦ
ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν
καὶ προ­έκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συν­ηλικιώτας ἐν τῷ γένει μου περισ­σοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παρα­δόσεων
ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας δια­̀ τῆς χάριτος αὐτοῦ
ἀπο­καλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν εὐθέως οὐ προ­σανεθέμην σαρκὶ καὶ αἵματι
οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα προ­̀ς τοὺς προ­̀ ἐμοῦ ἀπο­στόλους ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν
ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν καὶ ἐπέμεινα προ­̀ς αὐτὸν ἡμέρας δεκαπέν­τε
ἕτερον δὲ τῶν ἀπο­στόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου
ἃ δὲ γράφω ὑμῖν ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύ­δομαι
ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας
ἤμην δὲ ἀγνοού­με­νος τῷ προ­σώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ
μόνον δὲ ἀκούον­τες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει
καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible