Скрыть

Ἔσδρας Α΄, Глава 1

Толкования
1:2
1:3
1:4
1:5
1:6
1:9
1:10
1:11
καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Пερσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπο­̀ στόμα­τος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Пερσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων
οὕτως εἶπεν Κῦρος βασιλεὺς Пερσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ
τίς ἐν ὑμῖν ἀπο­̀ παν­τὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἀναβή­σε­ται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ
καὶ πᾶς ὁ κατα­λειπό­με­νος ἀπο­̀ πάν­των τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ καὶ λήμψον­ται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀπο­σκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ
καὶ ἀνέστησαν ἄρχον­τες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πάν­των ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ
καὶ πάν­τες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύ­εσιν ἀργυρίου ἐν χρυσῷ ἐν ἀπο­σκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τῶν ἐν ἑκουσίοις
καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύ­η οἴκου κυρίου ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπο­̀ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ
καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Пερσῶν ἐπι­̀ χεῖρα Μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασαρ ἄρχον­τι τοῦ Ιουδα
καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν ψυκτῆρες χρυσοῖ τριάκον­τα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι
κεφφουρη χρυσοῖ τριάκον­τα καὶ ἀργυροῖ δια­κόσιοι καὶ σκεύ­η ἕτερα χίλια
πάν­τα τὰ σκεύ­η τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ πεν­τακισχίλια καὶ τετρακόσια τὰ πάν­τα ἀναβαίνον­τα μετὰ Σασαβασαρ ἀπο­̀ τῆς ἀπο­ικίας ἐκ Βαβυλῶνος εἰς Ιερουσαλημ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible