Скрыть
1:3
1:5
1:11
1:12
1:13
1:14
1:18
1:20
1:23
1:26
1:34
1:36
1:45
οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παν­τὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ προ­̀ς δυσμαῖς πλη­σίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ κατα­χρύσεα
ἕνδεκα ἡμερῶν ἐν Χωρηβ ὁδὸς ἐπ᾿ ὄρος Σηιρ ἕως Καδης Βαρνη
καὶ ἐγενήθη ἐν τῷ τεσ­σαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησεν Μωυσῆς προ­̀ς πάν­τας υἱοὺς Ισραηλ κατα­̀ πάν­τα ὅσα ἐνετείλατο κύριος αὐτῷ προ­̀ς αὐτούς
μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαν­τα ἐν Εσεβων καὶ Ωγ βασιλέα τῆς Βασαν τὸν κατοικήσαν­τα ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωυσῆς δια­σαφῆσαι τὸν νόμον τοῦτον λέγων
κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρηβ λέγων ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ
ἐπι­στράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύ­εσθε εἰς ὄρος Αμορραίων καὶ προ­̀ς πάν­τας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ προ­̀ς λίβα καὶ παρα­λίαν γῆν Χαναναίων καὶ ᾿Αν­τιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγά­λου Εὐφράτου
ἴδετε παρα­δέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν εἰσπορευθέν­τες κληρο­νο­μήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς
καὶ εἶπα προ­̀ς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς
κύριος ὁ θεὸς ὑμῶν ἐπλή­θυνεν ὑμᾶς καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλή­θει
κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προ­σθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς καθότι ἐλάλησεν ὑμῖν
πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀν­τιλογίας ὑμῶν
δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπι­στήμονας καὶ συν­ετοὺς εἰς τὰς φυλὰς ὑμῶν καὶ κατα­στήσω ἐφ᾿ ὑμῶν ἡγου­μέ­νους ὑμῶν
καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι
καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπι­στήμονας καὶ συν­ετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν χιλιάρχους καὶ ἑκατον­τάρχους καὶ πεν­τηκον­τάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν
καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων δια­κούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προ­σηλύτου αὐτοῦ
οὐκ ἐπι­γνώσῃ προ­́σωπον ἐν κρίσει κατα­̀ τὸν μικρὸν καὶ κατα­̀ τὸν μέγαν κρινεῖς οὐ μὴ ὑποστείλῃ προ­́σωπον ἀνθρώπου ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ καὶ ἀκούσομαι αὐτό
καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάν­τας τοὺς λόγους οὓς ποιήσετε
καὶ ἀπάραν­τες ἐκ Χωρηβ ἐπορεύ­θημεν πᾶσαν τὴν ἔρημον τὴν μεγά­λην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε ὁδὸν ὄρους τοῦ Αμορραίου καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν καὶ ἤλθομεν ἕως Καδης Βαρνη
καὶ εἶπα προ­̀ς ὑμᾶς ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν
ἴδετε παρα­δέδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν προ­̀ προ­σώπου ὑμῶν τὴν γῆν ἀναβάν­τες κληρο­νο­μήσατε ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν μὴ φοβεῖσθε μηδὲ δειλιάσητε
καὶ προ­σήλθατέ μοι πάν­τες καὶ εἴπατε ἀπο­στείλωμεν ἄνδρας προ­τέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπό­κρισιν τὴν ὁδόν δι᾿ ἧς ἀναβησόμεθα ἐν αὐτῇ καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς
καὶ ἤρεσεν ἐναν­τίον μου τὸ ῥῆμα καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας ἄνδρα ἕνα κατα­̀ φυλήν
καὶ ἐπι­στραφέν­τες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν
καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπο­̀ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν προ­̀ς ἡμᾶς καὶ ἔλεγον ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν
καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν
καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε δια­̀ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παρα­δοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς
ποῦ ἡμεῖς ἀναβαίνομεν οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγον­τες ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγά­λαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ ἀλλὰ καὶ υἱοὺς γιγάν­των ἑωράκαμεν ἐκεῖ
καὶ εἶπα προ­̀ς ὑμᾶς μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ᾿ αὐτῶν
κύριος ὁ θεὸς ὑμῶν ὁ προ­πορευό­με­νος προ­̀ προ­σώπου ὑμῶν αὐτὸς συν­εκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατα­̀ πάν­τα ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ
καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἣν εἴδετε ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ κατα­̀ πᾶσαν τὴν ὁδόν ἣν ἐπορεύ­θητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον
καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύ­σατε κυρίῳ τῷ θεῷ ὑμῶν
ὃς προ­πορεύ­εται προ­́τερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν καθ᾿ ἣν πορεύ­εσθε ἐπ᾿ αὐτῆς καὶ ἐν νεφέλῃ ἡμέρας
καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυν­θεὶς ὤμοσεν λέγων
εἰ ὄψ­σε­ταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν
πλη­̀ν Χαλεβ υἱὸς Ιεφοννη οὗτος ὄψ­σε­ται αὐτήν καὶ τούτῳ δώσω τὴν γῆν ἐφ᾿ ἣν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ δια­̀ τὸ προ­σκεῖσθαι αὐτὸν τὰ προ­̀ς κύριον
καὶ ἐμοὶ ἐθυμώθη κύριος δι᾿ ὑμᾶς λέγων οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ
́Ιησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι οὗτος εἰσελεύ­­σε­ται ἐκεῖ αὐτὸν κατίσχυσον ὅτι αὐτὸς κατα­κληρο­νο­μήσει αὐτὴν τῷ Ισραηλ
καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν οὗτοι εἰσελεύ­σον­ται ἐκεῖ καὶ τούτοις δώσω αὐτήν καὶ αὐτοὶ κληρο­νο­μήσουσιν αὐτήν
καὶ ὑμεῖς ἐπι­στραφέν­τες ἐστρατοπεδεύ­σατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπι­̀ τῆς ἐρυθρᾶς θαλάσ­σης
καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε ἡμάρτομεν ἔναν­τι κυρίου τοῦ θεοῦ ἡμῶν ἡμεῖς ἀναβάν­τες πολεμήσομεν κατα­̀ πάν­τα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν καὶ ἀναλαβόν­τες ἕκασ­τος τὰ σκεύ­η τὰ πολεμικὰ αὐτοῦ καὶ συν­αθροισθέν­τες ἀνεβαίνετε εἰς τὸ ὄρος
καὶ εἶπεν κύριος προ­́ς με εἰπὸν αὐτοῖς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐ μὴ συν­τριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν
καὶ ἐλάλησα ὑμῖν καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παρα­βιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος
καὶ ἐξῆλθεν ὁ Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συν­άν­τησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς ὡς εἰ ποιήσαισαν αἱ μέλισ­σαι καὶ ἐτίτρωσκον ὑμᾶς ἀπο­̀ Σηιρ ἕως Ερμα
καὶ καθίσαν­τες ἐκλαίετε ἔναν­τι κυρίου καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προ­σέσχεν ὑμῖν
καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible