Скрыть
1:6
1:11
1:13
1:16
1:18
1:19
ὅρασις Αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ Ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρα­̀ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον
ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα
ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατα­σκηνοῦν­τα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατα­́ξει ἐπι­̀ τὴν γῆν
ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσ­σιάν σου ἐκεῖθεν κατα­́ξω σε λέγει κύριος
εἰ κλέπται εἰσῆλθον προ­̀ς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον προ­̀ς σέ οὐκ ἂν ὑπελίπον­το ἐπι­φυλλίδα
πῶς ἐξηρευνήθη Ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα
ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάν­τες οἱ ἄνδρες τῆς δια­θήκης σου ἀν­τέστησάν σοι ἠδυνάσθησαν προ­̀ς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπο­λῶ σοφοὺς ἐκ τῆς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ
καὶ πτοηθήσον­ται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ησαυ
δια­̀ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα
ἀφ᾿ ἧς ἡμέρας ἀν­τέστης ἐξ ἐναν­τίας ἐν ἡμέρᾳ αἰχμαλωτευόν­των ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπι­̀ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν
καὶ μὴ ἐπι­́δῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπι­χαρῇς ἐπι­̀ τοὺς υἱοὺς Ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως
μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπι­́δῃς καὶ σὺ τὴν συν­αγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συν­επιθῇ ἐπι­̀ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν
μηδὲ ἐπι­στῇς ἐπι­̀ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζο­μέ­νους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύ­γον­τας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως
διότι ἐγγὺς ἡμέρα κυρίου ἐπι­̀ πάν­τα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀν­ταπόδομά σου ἀν­ταποδοθή­σε­ται εἰς κεφαλήν σου
διότι ὃν τρόπον ἔπιες ἐπι­̀ τὸ ὄρος τὸ ἅγιόν μου πίον­ται πάν­τα τὰ ἔθνη οἶνον πίον­ται καὶ κατα­βήσον­ται καὶ ἔσον­ται καθὼς οὐχ ὑπάρχον­τες
ἐν δὲ τῷ ὄρει Σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατα­κληρο­νο­μήσουσιν ὁ οἶκος Ιακωβ τοὺς κατα­κληρο­νο­μήσαν­τας αὐτούς
καὶ ἔσται ὁ οἶκος Ιακωβ πῦρ ὁ δὲ οἶκος Ιωσηφ φλόξ ὁ δὲ οἶκος Ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσον­ται εἰς αὐτοὺς καὶ κατα­φάγον­ται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ησαυ διότι κύριος ἐλάλησεν
καὶ κατα­κληρο­νο­μήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεφηλα τοὺς ἀλλοφύλους καὶ κατα­κληρο­νο­μήσουσιν τὸ ὄρος Εφραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν
καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα καὶ κληρο­νο­μήσουσιν τὰς πόλεις τοῦ Ναγεβ
καὶ ἀναβήσον­ται ἄνδρες σεσῳσ­μέ­νοι ἐξ ὄρους Σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος Ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible