Скрыть
9:1
9:2
9:3
9:5
9:7
9:10
9:11
9:12
9:13
9:14
9:15
9:16
9:17
9:18
9:19
9:20
9:21
καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέα­τος τῆς ἀβύσ­σου
καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσ­σου καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέα­τος ὡς καπνὸς καμίνου μεγά­λης καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέα­τος
καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς
καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπι­̀ τῶν μετώπων
καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀπο­κτείνωσιν αὐτούς ἀλλ᾿ ἵνα βασανισθήσον­ται μῆνας πέν­τε καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν καὶ ἐπι­θυμήσουσιν ἀπο­θανεῖν καὶ φεύ­γει ὁ θάνα­τος ἀπ᾿ αὐτῶν
καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασ­μέ­νοις εἰς πόλεμον καὶ ἐπι­̀ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοι­οι χρυσῷ καὶ τὰ προ­́σωπα αὐτῶν ὡς προ­́σωπα ἀνθρώπων
καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν καὶ οἱ ὀδόν­τες αὐτῶν ὡς λεόν­των ἦσαν
καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόν­των εἰς πόλεμον
καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέν­τρα καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέν­τε
ἔχουσιν ἐπ᾿ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσ­σου ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδὼν καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων
ἡ οὐαὶ ἡ μία ἀπῆλθεν ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα
καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσ­σάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ
λέγον­τα τῷ ἕκτῳ ἀγγέλῳ ὁ ἔχων τὴν σάλπιγγα λῦσον τοὺς τέσ­σαρας ἀγγέλους τοὺς δεδε­μέ­νους ἐπι­̀ τῷ ποταμῷ τῷ μεγά­λῳ Εὐφράτῃ
καὶ ἐλύθησαν οἱ τέσ­σαρες ἄγγελοι οἱ ἡτοιμασ­μέ­νοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν ἵνα ἀπο­κτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων
καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δισμυριάδες μυριάδων ἤκουσα τὸν ἀριθμὸν αὐτῶν
καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθη­μέ­νους ἐπ᾿ αὐτῶν ἔχον­τας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόν­των καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύ­εται πῦρ καὶ καπνὸς καὶ θεῖον
ἀπο­̀ τῶν τριῶν πλη­γῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευο­μέ­νου ἐκ τῶν στομάτων αὐτῶν
ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐταῖς ἀδικοῦσιν
καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πλη­γαῖς ταύταις οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν ἵνα μὴ προ­σκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα ἃ οὔτε βλέπειν δύναν­ται οὔτε ἀκούειν οὔτε περιπατεῖν
καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible