Скрыть
8:1
8:6
8:7
8:8
8:9
8:10
8:11
8:12
8:13
καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον
καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες
καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπι­̀ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προ­σευχαῖς τῶν ἁγίων πάν­των ἐπι­̀ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου
καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προ­σευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ
καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν καὶ ἐγένον­το βρον­ταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός
καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχον­τες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν
καὶ ὁ πρῶτος ἐσάλπισεν καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν καὶ τὸ τρίτον τῆς γῆς κατεκάη καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη
καὶ ὁ δεύ­τερος ἄγγελος ἐσάλπισεν καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασ­σαν καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσ­σης αἷμα
καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσ­σῃ τὰ ἔχον­τα ψυχάς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν
καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιό­με­νος ὡς λαμπάς καὶ ἔπεσεν ἐπι­̀ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπι­̀ τὰς πηγὰς τῶν ὑδάτων
καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ ἄψινθος καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπι­κράνθησαν
καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλή­γη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς καὶ ἡ νὺξ ὁμοίως
καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετο­μέ­νου ἐν μεσουρανήματι λέγον­τος φωνῇ μεγά­λῃ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦν­τας ἐπι­̀ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόν­των σαλπίζειν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible