Скрыть
7:1
7:2
7:4
7:5
7:6
7:7
7:8
7:11
7:12
7:13
μετὰ τοῦτο εἶδον τέσ­σαρας ἀγγέλους ἑστῶτας ἐπι­̀ τὰς τέσ­σαρας γωνίας τῆς γῆς κρατοῦν­τας τοὺς τέσ­σαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπι­̀ τῆς γῆς μήτε ἐπι­̀ τῆς θαλάσ­σης μήτε ἐπι­̀ πᾶν δένδρον
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνον­τα ἀπο­̀ ἀνατολῆς ἡλίου ἔχον­τα σφραγῖδα θεοῦ ζῶν­τος καὶ ἔκραξεν φωνῇ μεγά­λῃ τοῖς τέσ­σαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασ­σαν
λέγων μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασ­σαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπι­̀ τῶν μετώπων αὐτῶν
καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ἑκατὸν τεσ­σεράκον­τα τέσ­σαρες χιλιάδες ἐσφραγισ­μέ­νοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισ­μέ­νοι ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες
ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες ἐκ φυλῆς Μανασ­σῆ δώδεκα χιλιάδες
ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες ἐκ φυλῆς Ἰσ­σαχὰρ δώδεκα χιλιάδες
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισ­μέ­νοι
μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο ἐκ παν­τὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσ­σῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλη­μέ­νους στολὰς λευκάς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν
καὶ κράζουσιν φωνῇ μεγά­λῃ λέγον­τες ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπι­̀ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ
καὶ πάν­τες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσ­σάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπι­̀ τὰ προ­́σωπα αὐτῶν καὶ προ­σεκύνησαν τῷ θεῷ
λέγον­τες ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι οὗτοι οἱ περιβεβλη­μέ­νοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον
καὶ εἴρηκα αὐτῷ κύριέ μου σὺ οἶδας καὶ εἶπέν μοι οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγά­λης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύ­καναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου
δια­̀ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ καὶ λατρεύ­ουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ καὶ ὁ καθή­με­νος ἐπι­̀ τοῦ θρόνου σκηνώσει ἐπ᾿ αὐτούς
οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπι­̀ ζωῆς πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible