Скрыть
6:1
6:3
6:4
6:6
6:7
6:9
6:13
6:15
6:17
καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσ­σάρων ζῴων λέγον­τος ὡς φωνὴ βρον­τῆς ἔρχου
καὶ εἶδον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθή­με­νος ἐπ᾿ αὐτὸν ἔχων τόξον καὶ ἐδόθη αὐτῷ στέφανος καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ
καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν ἤκουσα τοῦ δευτέρου ζῴου λέγον­τος ἔρχου
καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός καὶ τῷ καθημένῳ ἐπ᾿ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγά­λη
καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην ἤκουσα τοῦ τρίτου ζῴου λέγον­τος ἔρχου καὶ εἶδον καὶ ἰδοὺ ἵππος μέλας καὶ ὁ καθή­με­νος ἐπ᾿ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ
καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσ­σάρων ζῴων λέγουσαν χοῖνιξ σίτου δηναρίου καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς
καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγον­τος ἔρχου
καὶ εἶδον καὶ ἰδοὺ ἵππος χλωρός καὶ ὁ καθή­με­νος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ θάνα­τος καὶ ὁ ᾅδης ἠκολούθει μετ᾿ αὐτοῦ καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπι­̀ τὸ τέταρτον τῆς γῆς ἀπο­κτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς
καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων δια­̀ τὸν λόγον τοῦ θεοῦ καὶ δια­̀ τὴν μαρτυρίαν ἣν εἶχον
καὶ ἔκραξαν φωνῇ μεγά­λῃ λέγον­τες ἕως πότε ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούν­των ἐπι­̀ τῆς γῆς
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσον­ται ἔτι χρόνον μικρόν ἕως πλη­ρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλον­τες ἀπο­κτέννεσθαι ὡς καὶ αὐτοί
καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην καὶ σεισμὸς μέγας ἐγένετο καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγά­λου σειομένη
καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισ­σόμενον καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν
καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύ­θερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων
καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις πέσετε ἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπο­̀ προ­σώπου τοῦ καθη­μέ­νου ἐπι­̀ τοῦ θρόνου καὶ ἀπο­̀ τῆς ὀργῆς τοῦ ἀρνίου
ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγά­λη τῆς ὀργῆς αὐτῶν καὶ τίς δύναται σταθῆναι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible