Скрыть
5:2
5:3
5:4
5:7
5:8
5:12
5:14
καὶ εἶδον ἐπι­̀ τὴν δεξιὰν τοῦ καθη­μέ­νου ἐπι­̀ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά
καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσ­σον­τα ἐν φωνῇ μεγά­λῃ τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ
καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπι­̀ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό
καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό
καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι μὴ κλαῖε ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα ἡ ῥίζα Δαυίδ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ
καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσ­σάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά οἵ εἰσιν τὰ ἑπτὰ πνεύ­ματα τοῦ θεοῦ ἀπεσταλ­μέ­νοι εἰς πᾶσαν τὴν γῆν
καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθη­μέ­νου ἐπι­̀ τοῦ θρόνου
καὶ ὅτε ἔλαβεν τὸ βιβλίον τὰ τέσ­σαρα ζῷα καὶ οἱ εἴκοσι τέσ­σαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου ἔχον­τες ἕκασ­τος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προ­σευχαὶ τῶν ἁγίων
καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγον­τες ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσ­σης καὶ λαοῦ καὶ ἔθνους
καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς καὶ βασιλεύ­σουσιν ἐπι­̀ τῆς γῆς
καὶ εἶδον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων
λέγον­τες φωνῇ μεγά­λῃ ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπι­̀ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπι­̀ τῆς θαλάσ­σης καὶ τὰ ἐν αὐτοῖς πάν­τα ἤκουσα λέγον­τας τῷ καθημένῳ ἐπι­̀ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶ τὰ τέσ­σαρα ζῷα ἔλεγον ἀμήν καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προ­σεκύνησαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible