Скрыть
4:1
4:3
4:6
4:7
4:9
4:10
4:11
μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾿ ἐμοῦ λέγων ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα
εὐθέως ἐγενόμην ἐν πνεύ­ματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ καὶ ἐπι­̀ τὸν θρόνον καθή­με­νος
καὶ ὁ καθή­με­νος ὅμοι­ος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοι­ος ὁράσει σμαραγδίνῳ
καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσ­σαρες καὶ ἐπι­̀ τοὺς θρόνους εἴκοσι τέσ­σαρας πρεσβυτέρους καθη­μέ­νους περιβεβλη­μέ­νους ἐν ἱματίοις λευκοῖς καὶ ἐπι­̀ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύ­ον­ται ἀστραπαὶ καὶ φωναὶ καὶ βρον­ταί καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου ἅ εἰσιν τὰ ἑπτὰ πνεύ­ματα τοῦ θεοῦ
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασ­σα ὑαλίνη ὁμοία κρυστάλλῳ καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσ­σαρα ζῷα γέμον­τα ὀφθαλμῶν ἔμπρο­σθεν καὶ ὄπισθεν
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοι­ον λέον­τι καὶ τὸ δεύ­τερον ζῷον ὅμοι­ον μόσχῳ καὶ τὸ τρίτον ζῷον ἔχων τὸ προ­́σωπον ὡς ἀνθρώπου καὶ τὸ τέταρτον ζῷον ὅμοι­ον ἀετῷ πετομένῳ
καὶ τὰ τέσ­σαρα ζῷα ἓν καθ᾿ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγον­τες ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παν­τοκράτωρ ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχό­με­νος
καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπι­̀ τῷ θρόνῳ τῷ ζῶν­τι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
πεσοῦν­ται οἱ εἴκοσι τέσ­σαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθη­μέ­νου ἐπι­̀ τοῦ θρόνου καὶ προ­σκυνήσουσιν τῷ ζῶν­τι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγον­τες
ἄξιος εἶ ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν ὅτι σὺ ἔκτισας τὰ πάν­τα καὶ δια­̀ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible