Скрыть
22:3
22:8
22:19
22:20
22:21
καὶ ἔδειξέν μοι ποταμὸν ὕδα­τος ζωῆς λαμπρο­̀ν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐν­τεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποι­οῦν καρποὺς δώδεκα κατα­̀ μῆνα ἕκαστον ἀπο­διδοῦν τὸν καρπὸν αὐτοῦ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν
καὶ πᾶν κατα­́θεμα οὐκ ἔσται ἔτι καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύ­σουσιν αὐτῷ
καὶ ὄψον­ται τὸ προ­́σωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπι­̀ τῶν μετώπων αὐτῶν
καὶ νὺξ οὐκ ἔσται ἔτι καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου ὅτι κύριος ὁ θεὸς φωτίσει ἐπ᾿ αὐτούς καὶ βασιλεύ­σουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶ εἶπέν μοι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ ὁ κύριος ὁ θεὸς τῶν πνευμάτων τῶν προ­φητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει
καὶ ἰδοὺ ἔρχομαι ταχύ μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προ­φητείας τοῦ βιβλίου τούτου
κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προ­σκυνῆσαι ἔμπρο­σθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύον­τός μοι ταῦτα
καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προ­φητῶν καὶ τῶν τηρούν­των τοὺς λόγους τοῦ βιβλίου τούτου τῷ θεῷ προ­σκύνησον
καὶ λέγει μοι μὴ σφραγίσῃς τοὺς λόγους τῆς προ­φητείας τοῦ βιβλίου τούτου ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν
ὁ ἀδικῶν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι
ἰδοὺ ἔρχομαι ταχύ καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ ἀπο­δοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ
ἐγὼ τὸ ἄλφα καὶ τὸ ὦ ὁ πρῶτος καὶ ὁ ἔσχα­τος ἡ ἀρχὴ καὶ τὸ τέλος
μακάριοι οἱ πλύνον­τες τὰς στολὰς αὐτῶν ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπι­̀ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν
ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος
ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπι­̀ ταῖς ἐκκλησίαις ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ ὁ ἀστὴρ ὁ λαμπρο­̀ς ὁ πρωϊνός
καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν ἔρχου καὶ ὁ ἀκούων εἰπάτω ἔρχου καὶ ὁ διψῶν ἐρχέσθω ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν
μαρτυρῶ ἐγὼ παν­τὶ τῷ ἀκούον­τι τοὺς λόγους τῆς προ­φητείας τοῦ βιβλίου τούτου ἐάν τις ἐπι­θῇ ἐπ᾿ αὐτά ἐπι­θήσει ὁ θεὸς ἐπ᾿ αὐτὸν τὰς πλη­γὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ
καὶ ἐάν τις ἀφέλῃ ἀπο­̀ τῶν λόγων τοῦ βιβλίου τῆς προ­φητείας ταύτης ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπο­̀ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ
λέγει ὁ μαρτυρῶν ταῦτα ναί ἔρχομαι ταχύ ἀμήν ἔρχου κύριε Ἰησοῦ
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάν­των
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible