Скрыть
21:10
21:11
21:13
21:16
21:17
21:18
21:20
21:21
21:22
21:26
καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν καὶ ἡ θάλασ­σα οὐκ ἔστιν ἔτι
καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον κατα­βαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπο­̀ τοῦ θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
καὶ ἤκουσα φωνῆς μεγά­λης ἐκ τοῦ θρόνου λεγούσης ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ᾿ αὐτῶν καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσον­ται καὶ αὐτὸς ὁ θεὸς μετ᾿ αὐτῶν ἔσται αὐτῶν θεός
καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν καὶ ὁ θάνα­τος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι ὅτι τὰ πρῶτα ἀπῆλθαν
καὶ εἶπεν ὁ καθή­με­νος ἐπι­̀ τῷ θρόνῳ ἰδοὺ καινὰ ποιῶ πάν­τα καὶ λέγει γράψον ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν
καὶ εἶπέν μοι γέγοναν ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ ἡ ἀρχὴ καὶ τὸ τέλος ἐγὼ τῷ διψῶν­τι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδα­τος τῆς ζωῆς δωρεάν
ὁ νικῶν κληρο­νο­μήσει ταῦτα καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός
τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγ­μέ­νοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ ὅ ἐστιν ὁ θάνα­τος ὁ δεύ­τερος
καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόν­των τὰς ἑπτὰ φιάλας τῶν γεμόν­των τῶν ἑπτὰ πλη­γῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ λέγων δεῦρο δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου
καὶ ἀπήνεγκέν με ἐν πνεύ­ματι ἐπι­̀ ὄρος μέγα καὶ ὑψηλόν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ κατα­βαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπο­̀ τοῦ θεοῦ
ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ ὁ φωστὴρ αὐτῆς ὅμοι­ος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζον­τι
ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν ἔχουσα πυλῶνας δώδεκα καὶ ἐπι­̀ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπι­γεγραμμένα ἅ ἐστιν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ
ἀπο­̀ ἀνατολῆς πυλῶνες τρεῖς καὶ ἀπο­̀ βορρᾶ πυλῶνες τρεῖς καὶ ἀπο­̀ νότου πυλῶνες τρεῖς καὶ ἀπο­̀ δυσμῶν πυλῶνες τρεῖς
καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα καὶ ἐπ᾿ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀπο­στόλων τοῦ ἀρνίου
καὶ ὁ λαλῶν μετ᾿ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς
καὶ ἡ πόλις τετράγωνος κεῖται καὶ τὸ μῆκος αὐτῆς ὅσον καὶ τὸ πλάτος καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπι­̀ σταδίων δώδεκα χιλιάδων τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν
καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσ­σεράκον­τα τεσ­σάρων πηχῶν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου
καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοι­ον ὑάλῳ καθαρῷ
οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παν­τὶ λίθῳ τιμίῳ κεκοσμη­μέ­νοι ὁ θεμέλιος ὁ πρῶτος ἴασπις ὁ δεύ­τερος σάπφιρος ὁ τρίτος χαλκηδών ὁ τέταρτος σμάραγδος
ὁ πέμπτος σαρδόνυξ ὁ ἕκτος σάρδιον ὁ ἕβδομος χρυσόλιθος ὁ ὄγδοος βήρυλλος ὁ ἔνα­τος τοπάζιον ὁ δέκα­τος χρυσόπρασος ὁ ἑνδέκα­τος ὑάκινθος ὁ δωδέκα­τος ἀμέθυστος
καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκασ­τος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος δια­υγής
καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ ὁ γὰρ κύριος ὁ θεὸς ὁ παν­τοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ ἀρνίον
καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον
καὶ περιπατήσουσιν τὰ ἔθνη δια­̀ τοῦ φωτὸς αὐτῆς καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν
καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ
καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν
καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμ­μέ­νοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible