Скрыть
20:3
20:5
20:8
20:13
20:15
καὶ εἶδον ἄγγελον κατα­βαίνον­τα ἐκ τοῦ οὐρανοῦ ἔχον­τα τὴν κλεῖν τῆς ἀβύσ­σου καὶ ἅλυσιν μεγά­λην ἐπι­̀ τὴν χεῖρα αὐτοῦ
καὶ ἐκράτησεν τὸν δράκον­τα ὁ ὄφις ὁ ἀρχαῖος ὅς ἐστιν Διάβολος καὶ ὁ Σατανᾶς καὶ ἔδησεν αὐτὸν χίλια ἔτη
καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσ­σον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον
καὶ εἶδον θρόνους καὶ ἐκάθισαν ἐπ᾿ αὐτούς καὶ κρίμα ἐδόθη αὐτοῖς καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων δια­̀ τὴν μαρτυρίαν Ἰησοῦ καὶ δια­̀ τὸν λόγον τοῦ θεοῦ καὶ οἵτινες οὐ προ­σεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπι­̀ τὸ μέτωπον καὶ ἐπι­̀ τὴν χεῖρα αὐτῶν καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη
οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη αὕτη ἡ ἀνάστασις ἡ πρώτη
μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ ἐπι­̀ τούτων ὁ δεύ­τερος θάνα­τος οὐκ ἔχει ἐξουσίαν ἀλλ᾿ ἔσον­ται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ βασιλεύ­σουσιν μετ᾿ αὐτοῦ τὰ χίλια ἔτη
καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη λυθή­σε­ται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ
8καὶ ἐξελεύ­­σε­ται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσ­σαρσιν γωνίαις τῆς γῆς τὸν Γὼγ καὶ Μαγώγ συν­αγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσ­σης
9καὶ ἀνέβησαν ἐπι­̀ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην
καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς
καὶ ὁ δια­́βολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδο­προ­φήτης καὶ βασανισθήσον­ται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾿ αὐτόν οὗ ἀπο­̀ τοῦ προ­σώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς
καὶ εἶδον τοὺς νεκρούς τοὺς μεγά­λους καὶ τοὺς μικρούς ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ βιβλία ἠνοίχθησαν καὶ ἄλλο βιβλίον ἠνοίχθη ὅ ἐστιν τῆς ζωῆς καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατα­̀ τὰ ἔργα αὐτῶν
καὶ ἔδωκεν ἡ θάλασ­σα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ καὶ ὁ θάνα­τος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς καὶ ἐκρίθησαν ἕκασ­τος κατα­̀ τὰ ἔργα αὐτῶν
καὶ ὁ θάνα­τος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός οὗτος ὁ θάνα­τος ὁ δεύ­τερός ἐστιν ἡ λίμνη τοῦ πυρός
καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible