Скрыть
19:2
19:5
19:9
19:10
19:18
19:19
19:21
μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγά­λην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόν­των ἁλληλουϊά ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγά­λην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς
καὶ δεύ­τερον εἴρηκαν ἁλληλουϊά καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσ­σαρες καὶ τὰ τέσ­σαρα ζῷα καὶ προ­σεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπι­̀ τῷ θρόνῳ λέγον­τες ἀμήν ἁλληλουϊά
καὶ φωνὴ ἀπο­̀ τοῦ θρόνου ἐξῆλθεν λέγουσα αἰνεῖτε τῷ θεῷ ἡμῶν πάν­τες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγά­λοι
καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βρον­τῶν ἰσχυρῶν λεγόν­των ἁλληλουϊά ὅτι ἐβασίλευσεν κύριος ὁ θεὸς ἡμῶν ὁ παν­τοκράτωρ
χαίρωμεν καὶ ἀγαλλιῶμεν καὶ δώσωμεν τὴν δόξαν αὐτῷ ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσ­σινον λαμπρο­̀ν καθαρόν τὸ γὰρ βύσ­σινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν
καὶ λέγει μοι γράψον μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλη­μέ­νοι καὶ λέγει μοι οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν
καὶ ἔπεσα ἔμπρο­σθεν τῶν ποδῶν αὐτοῦ προ­σκυνῆσαι αὐτῷ καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόν­των τὴν μαρτυρίαν Ἰησοῦ τῷ θεῷ προ­σκύνησον ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προ­φητείας
καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθή­με­νος ἐπ᾿ αὐτὸν καλού­με­νος πιστὸς καὶ ἀληθινός καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός καὶ ἐπι­̀ τὴν κεφαλὴν αὐτοῦ δια­δήματα πολλά ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ λόγος τοῦ θεοῦ
καὶ τὰ στρατεύ­ματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ᾿ ἵπποις λευκοῖς ἐνδεδυ­μέ­νοι βύσ­σινον λευκὸν καθαρόν
καὶ ἐκ τοῦ στόμα­τος αὐτοῦ ἐκπορεύ­εται ῥομφαία ὀξεῖα ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παν­τοκράτορος
καὶ ἔχει ἐπι­̀ τὸ ἱμάτιον καὶ ἐπι­̀ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον βασιλεὺς βασιλέων καὶ κύριος κυρίων
καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ καὶ ἔκραξεν ἐν φωνῇ μεγά­λῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετο­μέ­νοις ἐν μεσουρανήματι δεῦτε συν­άχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ
ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾿ αὐτῶν καὶ σάρκας πάν­των ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγά­λων
καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύ­ματα αὐτῶν συν­ηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθη­μέ­νου ἐπι­̀ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύ­μα­τος αὐτοῦ
καὶ ἐπι­άσθη τὸ θηρίον καὶ μετ᾿ αὐτοῦ ὁ ψευδο­προ­φήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ ἐν οἷς ἐπλάνησεν τοὺς λαβόν­τας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προ­σκυνοῦν­τας τῇ εἰκόνι αὐτοῦ ζῶν­τες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ
καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθη­μέ­νου ἐπι­̀ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόμα­τος αὐτοῦ καὶ πάν­τα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible