Скрыть
18:6
18:8
18:9
18:11
18:12
18:13
18:14
18:15
18:16
18:18
18:19
μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον κατα­βαίνον­τα ἐκ τοῦ οὐρανοῦ ἔχον­τα ἐξουσίαν μεγά­λην καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ
καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγά­λη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παν­τὸς πνεύ­μα­τος ἀκαθάρτου καὶ φυλακὴ παν­τὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παν­τὸς θηρίου ἀκαθάρτου καὶ μεμιση­μέ­νου
ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάν­τα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν
καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς καὶ ἐκ τῶν πλη­γῶν αὐτῆς ἵνα μὴ λάβητε
ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς
ἀπό­δοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλᾶ κατα­̀ τὰ ἔργα αὐτῆς ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν
ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισ­σα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω
δια­̀ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πλη­γαὶ αὐτῆς θάνα­τος καὶ πένθος καὶ λιμός καὶ ἐν πυρὶ κατα­καυθή­σε­ται ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν
καὶ κλαύσουσιν καὶ κόψον­ται ἐπ᾿ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύ­σαν­τες καὶ στρηνιάσαν­τες ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
ἀπο­̀ μακρόθεν ἑστηκότες δια­̀ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγον­τες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγά­λη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου
καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ᾿ αὐτήν ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι
γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσ­σίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάν­τινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου
καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ προ­́βατα καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων
καὶ ἡ ὀπώρα σου τῆς ἐπι­θυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπο­̀ σοῦ καὶ πάν­τα τὰ λιπαρα­̀ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπο­̀ σοῦ καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν
οἱ ἔμποροι τούτων οἱ πλουτήσαν­τες ἀπ᾿ αὐτῆς ἀπο­̀ μακρόθεν στήσον­ται δια­̀ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίον­τες καὶ πενθοῦν­τες
λέγον­τες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγά­λη ἡ περιβεβλημένη βύσ­σινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπι­̀ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασ­σαν ἐργάζον­ται ἀπο­̀ μακρόθεν ἔστησαν
καὶ ἔκραζον βλέπον­τες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγον­τες τίς ὁμοία τῇ πόλει τῇ μεγά­λῃ
καὶ ἔβαλον χοῦν ἐπι­̀ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίον­τες καὶ πενθοῦν­τες λέγον­τες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγά­λη ἐν ᾗ ἐπλούτησαν πάν­τες οἱ ἔχον­τες τὰ πλοῖα ἐν τῇ θαλάσ­σῃ ἐκ τῆς τιμιότητος αὐτῆς ὅτι μιᾷ ὥρᾳ ἠρημώθη
εὐφραίνου ἐπ᾿ αὐτῇ οὐρανέ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπό­στολοι καὶ οἱ προ­φῆται ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς
καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασ­σαν λέγων οὕτως ὁρμήματι βληθή­σε­ται Βαβυλὼν ἡ μεγά­λη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι
καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάν­τα τὰ ἔθνη
καὶ ἐν αὐτῇ αἷμα προ­φητῶν καὶ ἁγίων εὑρέθη καὶ πάν­των τῶν ἐσφαγμένων ἐπι­̀ τῆς γῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible