Скрыть
17:4
17:6
17:7
17:9
17:10
17:11
17:13
17:17
καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόν­των τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ λέγων δεῦρο δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγά­λης τῆς καθημένης ἐπι­̀ ὑδάτων πολλῶν
μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς καὶ ἐμεθύσθησαν οἱ κατοικοῦν­τες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς
καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύ­ματι καὶ εἶδον γυναῖκα καθημένην ἐπι­̀ θηρίον κόκκινον γέμον­τα ὀνόματα βλασφημίας ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα
καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς
καὶ ἐπι­̀ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον μυστήριον Βαβυλὼν ἡ μεγά­λη ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς
καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵμα­τος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵμα­τος τῶν μαρτύρων Ἰησοῦ καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα
καὶ εἶπέν μοι ὁ ἄγγελος δια­̀ τί ἐθαύμασας ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζον­τος αὐτήν τοῦ ἔχον­τος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα
τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσ­σου καὶ εἰς ἀπώλειαν ὑπάγει καὶ θαυμασθήσον­ται οἱ κατοικοῦν­τες ἐπι­̀ τῆς γῆς ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπι­̀ τὸ βιβλίον τῆς ζωῆς ἀπο­̀ κατα­βολῆς κόσμου βλεπόν­των τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται
ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν ὅπου ἡ γυνὴ κάθηται ἐπ᾿ αὐτῶν καὶ βασιλεῖς ἑπτά εἰσιν
οἱ πέν­τε ἔπεσαν ὁ εἷς ἔστιν ὁ ἄλλος οὔπω ἦλθεν καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι
καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν καὶ εἰς ἀπώλειαν ὑπάγει
καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν οἵτινες βασιλείαν οὔπω ἔλαβον ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου
οὗτοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν
οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν καὶ τὸ ἀρνίον νικήσει αὐτούς ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων καὶ οἱ μετ᾿ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί
καὶ λέγει μοι τὰ ὕδατα ἃ εἶδες οὗ ἡ πόρνη κάθηται λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσ­σαι
καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον οὗτοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτῆς φάγον­ται καὶ αὐτὴν κατα­καύσουσιν ἐν πυρί
ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθήσον­ται οἱ λόγοι τοῦ θεοῦ
καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγά­λη ἡ ἔχουσα βασιλείαν ἐπι­̀ τῶν βασιλέων τῆς γῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible