Скрыть
16:1
16:3
16:4
16:7
16:8
16:9
16:10
16:11
16:16
16:17
16:20
16:21
καὶ ἤκουσα μεγά­λης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν
καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπι­̀ τοὺς ἀνθρώπους τοὺς ἔχον­τας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προ­σκυνοῦν­τας τῇ εἰκόνι αὐτοῦ
καὶ ὁ δεύ­τερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασ­σαν καὶ ἐγένετο αἷμα ὡς νεκροῦ καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσ­σῃ
καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ ἐγένετο αἷμα
καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγον­τος δίκαιος εἶ ὁ ὢν καὶ ὁ ἦν ὁ ὅσιος ὅτι ταῦτα ἔκρινας
ὅτι αἷμα ἁγίων καὶ προ­φητῶν ἐξέχεαν καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν ἄξιοί εἰσιν
καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγον­τος ναί κύριε ὁ θεὸς ὁ παν­τοκράτωρ ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου
καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπι­̀ τὸν ἥλιον καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί
καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχον­τος τὴν ἐξουσίαν ἐπι­̀ τὰς πλη­γὰς ταύτας καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν
καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπι­̀ τὸν θρόνον τοῦ θηρίου καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη καὶ ἐμασῶν­το τὰς γλώσ­σας αὐτῶν ἐκ τοῦ πόνου
καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν
καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπι­̀ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπο­̀ ἀνατολῆς ἡλίου
καὶ εἶδον ἐκ τοῦ στόμα­τος τοῦ δράκον­τος καὶ ἐκ τοῦ στόμα­τος τοῦ θηρίου καὶ ἐκ τοῦ στόμα­τος τοῦ ψευδο­προ­φήτου πνεύ­ματα τρία ἀκάθαρτα ὡς βάτραχοι
εἰσὶν γὰρ πνεύ­ματα δαιμονίων ποι­οῦν­τα σημεῖα ἃ ἐκπορεύ­εται ἐπι­̀ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης συν­αγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγά­λης τοῦ θεοῦ τοῦ παν­τοκράτορος
ἰδοὺ ἔρχομαι ὡς κλέπτης μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ
καὶ συν­ήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών
καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπι­̀ τὸν ἀέρα καὶ ἐξῆλθεν φωνὴ μεγά­λη ἐκ τοῦ ναοῦ ἀπο­̀ τοῦ θρόνου λέγουσα γέγονεν
καὶ ἐγένον­το ἀστραπαὶ καὶ φωναὶ καὶ βρον­ταί καὶ σεισμὸς ἐγένετο μέγας οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ ἄνθρωπος ἐγένετο ἐπι­̀ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας
καὶ ἐγένετο ἡ πόλις ἡ μεγά­λη εἰς τρία μέρη καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν καὶ Βαβυλὼν ἡ μεγά­λη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ
καὶ πᾶσα νῆσος ἔφυγεν καὶ ὄρη οὐχ εὑρέθησαν
καὶ χάλαζα μεγά­λη ὡς ταλαν­τιαία κατα­βαίνει ἐκ τοῦ οὐρανοῦ ἐπι­̀ τοὺς ἀνθρώπους καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πλη­γῆς τῆς χαλάζης ὅτι μεγά­λη ἐστὶν ἡ πλη­γὴ αὐτῆς σφόδρα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible