Скрыть
15:1
15:5
15:6
15:7
καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν ἀγγέλους ἑπτὰ ἔχον­τας πλη­γὰς ἑπτὰ τὰς ἐσχάτας ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ
καὶ εἶδον ὡς θάλασ­σαν ὑαλίνην μεμιγμένην πυρί καὶ τοὺς νικῶν­τας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόμα­τος αὐτοῦ ἑστῶτας ἐπι­̀ τὴν θάλασ­σαν τὴν ὑαλίνην ἔχον­τας κιθάρας τοῦ θεοῦ
καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγον­τες μεγά­λα καὶ θαυμαστὰ τὰ ἔργα σου κύριε ὁ θεὸς ὁ παν­τοκράτωρ δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου ὁ βασιλεὺς τῶν ἐθνῶν
τίς οὐ μὴ φοβηθῇ κύριε καὶ δοξάσει τὸ ὄνομά σου ὅτι μόνος ὅσιος ὅτι πάν­τα τὰ ἔθνη ἥξουσιν καὶ προ­σκυνήσουσιν ἐνώπιόν σου ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν
καὶ μετὰ ταῦτα εἶδον καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ
καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχον­τες τὰς ἑπτὰ πλη­γὰς ἐκ τοῦ ναοῦ ἐνδεδυ­μέ­νοι λίνον καθαρὸν λαμπρο­̀ν καὶ περιεζωσ­μέ­νοι περὶ τὰ στήθη ζώνας χρυσᾶς
καὶ ἓν ἐκ τῶν τεσ­σάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶν­τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πλη­γαὶ τῶν ἑπτὰ ἀγγέλων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible