Скрыть
13:2
13:3
13:4
13:6
13:9
13:11
13:12
13:14
13:15
13:17
12:18καὶ ἐστάθη ἐπι­̀ τὴν ἄμμον τῆς θαλάσ­σης
1καὶ εἶδον ἐκ τῆς θαλάσ­σης θηρίον ἀναβαῖνον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά καὶ ἐπι­̀ τῶν κεράτων αὐτοῦ δέκα δια­δήματα καὶ ἐπι­̀ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας
καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοι­ον παρδάλει καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέον­τος καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγά­λην
καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον καὶ ἡ πλη­γὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύ­θη καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου
καὶ προ­σεκύνησαν τῷ δράκον­τι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ καὶ προ­σεκύνησαν τῷ θηρίῳ λέγον­τες τίς ὅμοι­ος τῷ θηρίῳ καὶ τίς δύναται πολεμῆσαι μετ᾿ αὐτοῦ
καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγά­λα καὶ βλασφημίας καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσ­σεράκον­τα καὶ δύο
καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας προ­̀ς τὸν θεόν βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦν­τας
καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπι­̀ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσ­σαν καὶ ἔθνος
καὶ προ­σκυνήσουσιν αὐτὸν πάν­τες οἱ κατοικοῦν­τες ἐπι­̀ τῆς γῆς οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγ­μέ­νου ἀπο­̀ κατα­βολῆς κόσμου
εἴ τις ἔχει οὖς ἀκουσάτω
εἴ τις εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν ὑπάγει εἴ τις ἐν μαχαίρῃ ἀπο­κτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀπο­κτανθῆναι ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων
καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων
καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦν­τας ἵνα προ­σκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον οὗ ἐθεραπεύ­θη ἡ πλη­γὴ τοῦ θανάτου αὐτοῦ
καὶ ποιεῖ σημεῖα μεγά­λα ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ κατα­βαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων
καὶ πλανᾷ τοὺς κατοικοῦν­τας ἐπι­̀ τῆς γῆς δια­̀ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου λέγων τοῖς κατοικοῦσιν ἐπι­̀ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πλη­γὴν τῆς μαχαίρης καὶ ἔζησεν
καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ἵνα ὅσοι ἐὰν μὴ προ­σκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀπο­κτανθῶσιν
καὶ ποιεῖ πάν­τας τοὺς μικροὺς καὶ τοὺς μεγά­λους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπι­̀ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπι­̀ τὸ μέτωπον αὐτῶν
καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόμα­τος αὐτοῦ
ὧδε ἡ σοφία ἐστίν ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν καὶ ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσιοι ἑξήκον­τα ἕξ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible