Скрыть
12:1
12:2
12:4
12:8
12:13
12:15
12:16
12:17
καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ γυνὴ περιβεβλημένη τὸν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς καὶ ἐπι­̀ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα
καὶ ἐν γαστρὶ ἔχουσα καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν
καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ καὶ ἰδοὺ δράκων μέγας πυρρός ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπι­̀ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ δια­δήματα
καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς κατα­φάγῃ
καὶ ἔτεκεν υἱόν ἄρσεν ὃς μέλλει ποιμαίνειν πάν­τα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς προ­̀ς τὸν θεὸν καὶ προ­̀ς τὸν θρόνον αὐτοῦ
καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπο­̀ τοῦ θεοῦ ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας δια­κοσίας ἑξήκον­τα
καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκον­τος καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ
καὶ οὐκ ἴσχυσεν οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ
καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας ὁ ὄφις ὁ ἀρχαῖος ὁ καλού­με­νος Διάβολος καὶ ὁ Σατανᾶς ὁ πλανῶν τὴν οἰκουμένην ὅλην ἐβλήθη εἰς τὴν γῆν καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾿ αὐτοῦ ἐβλήθησαν
καὶ ἤκουσα φωνὴν μεγά­λην ἐν τῷ οὐρανῷ λέγουσαν ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός
καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν δια­̀ τὸ αἷμα τοῦ ἀρνίου καὶ δια­̀ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου
δια­̀ τοῦτο εὐφραίνεσθε οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦν­τες οὐαὶ τὴν γῆν καὶ τὴν θάλασ­σαν ὅτι κατέβη ὁ δια­́βολος προ­̀ς ὑμᾶς ἔχων θυμὸν μέγαν εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει
καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα
καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγά­λου ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπο­̀ προ­σώπου τοῦ ὄφεως
καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόμα­τος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ
καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόμα­τος αὐτοῦ
καὶ ὠργίσθη ὁ δράκων ἐπι­̀ τῇ γυναικί καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρμα­τος αὐτῆς τῶν τηρούν­των τὰς ἐν­τολὰς τοῦ θεοῦ καὶ ἐχόν­των τὴν μαρτυρίαν Ἰησοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible