Скрыть
11:3
11:8
11:9
11:10
11:11
11:12
11:13
11:17
11:18
11:19
καὶ ἐδόθη μοι κάλαμος ὅμοι­ος ῥάβδῳ λέγων ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προ­σκυνοῦν­τας ἐν αὐτῷ
καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήσῃς ὅτι ἐδόθη τοῖς ἔθνεσιν καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσ­σεράκον­τα καὶ δύο
καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου καὶ προ­φητεύ­σουσιν ἡμέρας χιλίας δια­κοσίας ἑξήκον­τα περιβεβλη­μέ­νοι σάκκους
οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες
καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι πῦρ ἐκπορεύ­εται ἐκ τοῦ στόμα­τος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι οὕτως δεῖ αὐτὸν ἀπο­κτανθῆναι
οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προ­φητείας αὐτῶν καὶ ἐξουσίαν ἔχουσιν ἐπι­̀ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πλη­γῇ ὁσάκις ἐὰν θελήσωσιν
καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσ­σου ποιήσει μετ᾿ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀπο­κτενεῖ αὐτούς
καὶ τὸ πτῶμα αὐτῶν ἐπι­̀ τῆς πλατείας τῆς πόλεως τῆς μεγά­λης ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη
καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσ­σῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα
καὶ οἱ κατοικοῦν­τες ἐπι­̀ τῆς γῆς χαίρουσιν ἐπ᾿ αὐτοῖς καὶ εὐφραίνον­ται καὶ δῶρα πέμψουσιν ἀλλήλοις ὅτι οὗτοι οἱ δύο προ­φῆται ἐβασάνισαν τοὺς κατοικοῦν­τας ἐπι­̀ τῆς γῆς
καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς καὶ ἔστησαν ἐπι­̀ τοὺς πόδας αὐτῶν καὶ φόβος μέγας ἐπέπεσεν ἐπι­̀ τοὺς θεωροῦν­τας αὐτούς
καὶ ἤκουσαν φωνῆς μεγά­λης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς ἀνάβατε ὧδε καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν
καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένον­το καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ
ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ
καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν καὶ ἐγένον­το φωναὶ μεγά­λαι ἐν τῷ οὐρανῷ λέγον­τες ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ βασιλεύ­σει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
καὶ οἱ εἴκοσι τέσ­σαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπι­̀ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπι­̀ τὰ προ­́σωπα αὐτῶν καὶ προ­σεκύνησαν τῷ θεῷ
λέγον­τες εὐχαριστοῦμέν σοι κύριε ὁ θεὸς ὁ παν­τοκράτωρ ὁ ὢν καὶ ὁ ἦν ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγά­λην καὶ ἐβασίλευσας
καὶ τὰ ἔθνη ὠργίσθησαν καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προ­φήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβου­μέ­νοις τὸ ὄνομά σου τοὺς μικροὺς καὶ τοὺς μεγά­λους καὶ δια­φθεῖραι τοὺς δια­φθείρον­τας τὴν γῆν
καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ καὶ ὤφθη ἡ κιβωτὸς τῆς δια­θήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ καὶ ἐγένον­το ἀστραπαὶ καὶ φωναὶ καὶ βρον­ταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγά­λη
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible