Скрыть
10:2
10:3
10:8
10:10
10:11
καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κατα­βαίνον­τα ἐκ τοῦ οὐρανοῦ περιβεβλημένον νεφέλην καὶ ἡ ἶρις ἐπι­̀ τῆς κεφαλῆς αὐτοῦ καὶ τὸ προ­́σωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός
καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπι­̀ τῆς θαλάσ­σης τὸν δὲ εὐώνυμον ἐπι­̀ τῆς γῆς
καὶ ἔκραξεν φωνῇ μεγά­λῃ ὥσπερ λέων μυκᾶται καὶ ὅτε ἔκραξεν ἐλάλησαν αἱ ἑπτὰ βρον­ταὶ τὰς ἑαυτῶν φωνάς
καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρον­ταί ἤμελλον γράφειν καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρον­ταί καὶ μὴ αὐτὰ γράψῃς
καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπι­̀ τῆς θαλάσ­σης καὶ ἐπι­̀ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν
καὶ ὤμοσεν ἐν τῷ ζῶν­τι εἰς τοὺς αἰῶνας τῶν αἰώνων ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασ­σαν καὶ τὰ ἐν αὐτῇ ὅτι χρόνος οὐκέτι ἔσται
ἀλλ᾿ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου ὅταν μέλλῃ σαλπίζειν καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προ­φήτας
καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσαν μετ᾿ ἐμοῦ καὶ λέγουσαν ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπι­̀ τῆς θαλάσ­σης καὶ ἐπι­̀ τῆς γῆς
καὶ ἀπῆλθα προ­̀ς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον καὶ λέγει μοι λάβε καὶ κατα­́φαγε αὐτό καὶ πικρανεῖ σου τὴν κοιλίαν ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι
καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ καὶ ὅτε ἔφαγον αὐτό ἐπι­κράνθη ἡ κοιλία μου
καὶ λέγουσίν μοι δεῖ σε πάλιν προ­φητεῦσαι ἐπι­̀ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσ­σαις καὶ βασιλεῦσιν πολλοῖς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible