Скрыть
7:1
7:2
7:4
7:5
7:7
7:11
7:18
7:19
7:22
7:23
7:25
7:27
7:28
7:29
7:31
7:32
7:33
7:34
7:36
7:39
7:41
7:49
7:54
7:56
7:57
εἶπεν δὲ ὁ ἀρχιερεύς εἰ ταῦτα οὕτως ἔχει
ὁ δὲ ἔφη ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄν­τι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν
καὶ εἶπεν προ­̀ς αὐτόν ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν κἀκεῖθεν μετὰ τὸ ἀπο­θανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε
καὶ οὐκ ἔδωκεν αὐτῷ κληρο­νο­μίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατα­́σχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν οὐκ ὄν­τος αὐτῷ τέκνου
ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια
καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύ­σουσιν κρινῶ ἐγώ ὁ θεὸς εἶπεν καὶ μετὰ ταῦτα ἐξελεύ­σον­ται καὶ λατρεύ­σουσίν μοι ἐν τῷ τόπῳ τούτῳ
καὶ ἔδωκεν αὐτῷ δια­θήκην περιτομῆς καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ Ἰσαὰκ τὸν Ἰακώβ καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας
καὶ οἱ πατριάρχαι ζηλώσαν­τες τὸν Ἰωσὴφ ἀπέδον­το εἰς Αἴγυπτον καὶ ἦν ὁ θεὸς μετ᾿ αὐτοῦ
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναν­τίον Φαραὼ βασιλέως Αἰγύπτου καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον αὐτοῦ
ἦλθεν δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγά­λη καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν
ἀκούσας δὲ Ἰακὼβ ὄν­τα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον
καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ
ἀπο­στείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκον­τα πέν­τε
καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύ­τησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν
καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρα­̀ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ
καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ ηὔξησεν ὁ λαὸς καὶ ἐπλη­θύνθη ἐν Αἰγύπτῳ
ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ᾿ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ
οὗτος κατα­σοφισά­με­νος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς καὶ ἦν ἀστεῖος τῷ θεῷ ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός
ἐκτεθέν­τος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν
καὶ ἐπαιδεύ­θη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ
ὡς δὲ ἐπλη­ροῦτο αὐτῷ τεσ­σερακον­ταετὴς χρόνος ἀνέβη ἐπι­̀ τὴν καρδίαν αὐτοῦ ἐπι­σκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ κατα­πονουμένῳ πατάξας τὸν Αἰγύπτιον
ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ θεὸς δια­̀ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς οἱ δὲ οὐ συν­ῆκαν
τῇ τε ἐπι­ούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχο­μέ­νοις καὶ συν­ήλλασ­σεν αὐτοὺς εἰς εἰρήνην εἰπών ἄνδρες ἀδελφοί ἐστε ἱνατί ἀδικεῖτε ἀλλήλους
ὁ δὲ ἀδικῶν τὸν πλη­σίον ἀπώσατο αὐτὸν εἰπών τίς σε κατέστησεν ἄρχον­τα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν
μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον
ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδια­́μ οὗ ἐγέννησεν υἱοὺς δύο
καὶ πλη­ρωθέν­των ἐτῶν τεσ­σεράκον­τα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου
ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα προ­σερχο­μέ­νου δὲ αὐτοῦ κατα­νοῆσαι ἐγένετο φωνὴ κυρίου
ἐγὼ ὁ θεὸς τῶν πατέρων σου ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ ἔν­τρομος δὲ γενό­με­νος Μωϋσῆς οὐκ ἐτόλμα κατα­νοῆσαι
εἶπεν δὲ αὐτῷ ὁ κύριος λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐφ᾿ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν
ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα καὶ κατέβην ἐξελέσθαι αὐτούς καὶ νῦν δεῦρο ἀπο­στείλω σε εἰς Αἴγυπτον
τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαν­το εἰπόν­τες τίς σε κατέστησεν ἄρχον­τα καὶ δικαστήν τοῦτον ὁ θεὸς καὶ ἄρχον­τα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέν­τος αὐτῷ ἐν τῇ βάτῳ
οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ἐρυθρᾷ Θαλάσ­σῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσ­σεράκον­τα
οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ προ­φήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ
οὗτός ἐστιν ὁ γενό­με­νος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦν­τος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν ὃς ἐδέξατο λόγια ζῶν­τα δοῦναι ἡμῖν
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαν­το καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον
εἰπόν­τες τῷ Ἀαρών ποίησον ἡμῖν θεοὺς οἳ προ­πορεύ­σον­ται ἡμῶν ὁ γὰρ Μωϋσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνον­το ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύ­ειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ καθὼς γέγραπται ἐν βίβλῳ τῶν προ­φητῶν μὴ σφάγια καὶ θυσίας προ­σηνέγκατέ μοι ἔτη τεσ­σεράκον­τα ἐν τῇ ἐρήμῳ οἶκος Ἰσραήλ
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν τοὺς τύπους οὓς ἐποιήσατε προ­σκυνεῖν αὐτοῖς καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος
ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατα­̀ τὸν τύπον ὃν ἑωράκει
ἣν καὶ εἰσήγαγον δια­δεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατα­σχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπο­̀ προ­σώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ
Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον
ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ καθὼς ὁ προ­φήτης λέγει
ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ποῖον οἶκον οἰκοδομήσετέ μοι λέγει κύριος ἢ τίς τόπος τῆς κατα­παύσεώς μου
οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάν­τα
σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν ὑμεῖς ἀεὶ τῷ πνεύ­ματι τῷ ἁγίῳ ἀν­τιπίπτετε ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς
τίνα τῶν προ­φητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν καὶ ἀπέκτειναν τοὺς προ­κατα­γγείλαν­τας περὶ τῆς ἐλεύ­σεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προ­δόται καὶ φονεῖς ἐγένεσθε
οἵτινες ἐλάβετε τὸν νόμον εἰς δια­ταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε
ἀκούον­τες δὲ ταῦτα διεπρίον­το ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόν­τας ἐπ᾿ αὐτόν
ὑπάρχων δὲ πλή­ρης πνεύ­μα­τος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ
καὶ εἶπεν ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγ­μέ­νους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ
κράξαν­τες δὲ φωνῇ μεγά­λῃ συν­έσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν
καὶ ἐκβαλόν­τες ἔξω τῆς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεν­το τὰ ἱμάτια αὐτῶν παρα­̀ τοὺς πόδας νεανίου καλου­μέ­νου Σαύλου
καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπι­καλούμενον καὶ λέγον­τα κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά μου
θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγά­λῃ κύριε μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν καὶ τοῦτο εἰπὼν ἐκοιμήθη
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible