Скрыть
28:1
28:2
28:4
28:5
28:6
28:7
28:8
28:9
28:10
28:11
28:12
28:13
28:15
28:16
28:19
28:21
28:23
28:24
28:25
28:30
28:31
καὶ δια­σωθέν­τες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται
οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν ἅψαν­τες γὰρ πυρὰν προ­σελάβον­το πάν­τας ἡμᾶς δια­̀ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ δια­̀ τὸ ψῦχος
συστρέψαν­τος δὲ τοῦ Пαύλου φρυγάνων τι πλῆ­θος καὶ ἐπι­θέν­τος ἐπι­̀ τὴν πυράν ἔχιδνα ἀπο­̀ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ
ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ προ­̀ς ἀλλήλους ἔλεγον πάν­τως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν δια­σωθέν­τα ἐκ τῆς θαλάσ­σης ἡ δίκη ζῆν οὐκ εἴασεν
ὁ μὲν οὖν ἀπο­τινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν
οἱ δὲ προ­σεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ κατα­πίπτειν ἄφνω νεκρόν ἐπι­̀ πολὺ δὲ αὐτῶν προ­σδοκών­των καὶ θεωρούν­των μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν
ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Пοπλίῳ ὃς ἀναδεξά­με­νος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν
ἐγένετο δὲ τὸν πατέρα τοῦ Пοπλίου πυρετοῖς καὶ δυσεν­τερίῳ συν­εχόμενον κατα­κεῖσθαι προ­̀ς ὃν ὁ Пαῦλος εἰσελθὼν καὶ προ­σευξά­με­νος ἐπι­θεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν
τούτου δὲ γενο­μέ­νου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχον­τες ἀσθενείας προ­σήρχον­το καὶ ἐθεραπεύ­ον­το
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγο­μέ­νοις ἐπέθεν­το τὰ προ­̀ς τὰς χρείας
μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρα­κεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ παρα­σήμῳ Διοσκούροις
καὶ κατα­χθέν­τες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς
ὅθεν περιελόν­τες κατην­τήσαμεν εἰς Ῥήγιον καὶ μετὰ μίαν ἡμέραν ἐπι­γενο­μέ­νου νότου δευτεραῖοι ἤλθομεν εἰς Пοτιόλους
οὗ εὑρόν­τες ἀδελφοὺς παρεκλήθημεν παρ᾿ αὐτοῖς ἐπι­μεῖναι ἡμέρας ἑπτά καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν
κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαν­τες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάν­τησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν οὓς ἰδὼν ὁ Пαῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος
ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην ἐπετράπη τῷ Пαύλῳ μένειν καθ᾿ ἑαυτὸν σὺν τῷ φυλάσ­σον­τι αὐτὸν στρατιώτῃ
ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄν­τας τῶν Ἰουδαίων πρώτους συν­ελθόν­των δὲ αὐτῶν ἔλεγεν προ­̀ς αὐτούς ἐγώ ἄνδρες ἀδελφοί οὐδὲν ἐναν­τίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων
οἵτινες ἀνακρίναν­τές με ἐβούλον­το ἀπο­λῦσαι δια­̀ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί
ἀν­τιλεγόν­των δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπι­καλέσασθαι Καίσαρα οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν
δια­̀ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προ­σλαλῆσαι ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι
οἱ δὲ προ­̀ς αὐτὸν εἶπαν ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπο­̀ τῆς Ἰουδαίας οὔτε παρα­γενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν
ἀξιοῦμεν δὲ παρα­̀ σοῦ ἀκοῦσαι ἃ φρονεῖς περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι παν­ταχοῦ ἀν­τιλέγεται
ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον προ­̀ς αὐτὸν εἰς τὴν ξενίαν πλείονες οἷς ἐξετίθετο δια­μαρτυρό­με­νος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό­ τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προ­φητῶν ἀπο­̀ πρωιῒ ἕως ἑσπέρας
καὶ οἱ μὲν ἐπείθον­το τοῖς λεγο­μέ­νοις οἱ δὲ ἠπίστουν
ἀσύμφωνοι δὲ ὄν­τες προ­̀ς ἀλλήλους ἀπελύον­το εἰπόν­τος τοῦ Пαύλου ῥῆμα ἓν ὅτι καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν δια­̀ Ἠσαΐου τοῦ προ­φήτου προ­̀ς τοὺς πατέρας ὑμῶν
λέγων πορεύ­θητι προ­̀ς τὸν λαὸν τοῦτον καὶ εἰπόν ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συν­ῆτε καὶ βλέπον­τες βλέψετε καὶ οὐ μὴ ἴδητε
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συν­ῶσιν καὶ ἐπι­στρέψωσιν καὶ ἰάσομαι αὐτούς
γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ αὐτοὶ καὶ ἀκούσον­ται
ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάν­τας τοὺς εἰσπορευο­μέ­νους προ­̀ς αὐτόν
κηρύσ­σων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible