Скрыть
27:1
27:4
27:5
27:6
27:7
27:8
27:9
27:10
27:11
27:12
27:13
27:14
27:15
27:16
27:17
27:18
27:19
27:20
27:21
27:22
27:23
27:25
27:27
27:28
27:29
27:30
27:31
27:32
27:33
27:35
27:36
27:37
27:38
27:39
27:40
27:42
27:43
27:44
ὡς δὲ ἐκρίθη τοῦ ἀπο­πλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν παρεδίδουν τόν τε Пαῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατον­τάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς
ἐπι­βάν­τες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλον­τι πλεῖν εἰς τοὺς κατα­̀ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄν­τος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσ­σαλονικέως
τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Пαύλῳ χρησά­με­νος ἐπέτρεψεν προ­̀ς τοὺς φίλους πορευθέν­τι ἐπι­μελείας τυχεῖν
κἀκεῖθεν ἀναχθέν­τες ὑπεπλεύ­σαμεν τὴν Κύπρο­ν δια­̀ τὸ τοὺς ἀνέμους εἶναι ἐναν­τίους
τό τε πέλαγος τὸ κατα­̀ τὴν Κιλικίαν καὶ Пαμφυλίαν δια­πλεύ­σαν­τες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας
κἀκεῖ εὑρὼν ὁ ἑκατον­τάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό
ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦν­τες καὶ μόλις γενόμενοι κατα­̀ τὴν Κνίδον μὴ προ­σεῶν­τος ἡμᾶς τοῦ ἀνέμου ὑπεπλεύ­σαμεν τὴν Κρήτην κατα­̀ Σαλμώνην
μόλις τε παρα­λεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ᾧ ἐγγὺς πόλις ἦν Λασαία
ἱκανοῦ δὲ χρόνου δια­γενο­μέ­νου καὶ ὄν­τος ἤδη ἐπι­σφαλοῦς τοῦ πλοὸς δια­̀ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι παρῄνει ὁ Пαῦλος
λέγων αὐτοῖς ἄνδρες θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν
ὁ δὲ ἑκατον­τάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ Пαύλου λεγο­μέ­νοις
ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχον­τος προ­̀ς παρα­χειμασίαν οἱ πλείονες ἔθεν­το βουλὴν ἀναχθῆναι ἐκεῖθεν εἴ πως δύναιν­το κατα­ν­τήσαν­τες εἰς φοίνικα παρα­χειμάσαι λιμένα τῆς Κρήτης βλέπον­τα κατα­̀ λίβα καὶ κατα­̀ χῶρον
ὑποπνεύ­σαν­τος δὲ νότου δόξαν­τες τῆς προ­θέσεως κεκρατηκέναι ἄραν­τες ἆσ­σον παρελέγον­το τὴν Κρήτην
μετ᾿ οὐ πολὺ δὲ ἔβαλεν κατ᾿ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλού­με­νος εὐρακύλων
συν­αρπασθέν­τος δὲ τοῦ πλοίου καὶ μὴ δυνα­μέ­νου ἀν­τοφθαλμεῖν τῷ ἀνέμῳ ἐπι­δόν­τες ἐφερόμεθα
νησίον δέ τι ὑποδραμόν­τες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης
ἣν ἄραν­τες βοηθείαις ἐχρῶν­το ὑποζωννύν­τες τὸ πλοῖον φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν χαλάσαν­τες τὸ σκεῦος οὕτως ἐφέρον­το
σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποι­οῦν­το
καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν
μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπι­φαινόν­των ἐπι­̀ πλείονας ἡμέρας χειμῶνός τε οὐκ ὀλίγου ἐπι­κει­μέ­νου λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς
πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Пαῦλος ἐν μέσῳ αὐτῶν εἶπεν ἔδει μέν ὦ ἄνδρες πειθαρχήσαν­τάς μοι μὴ ἀνάγεσθαι ἀπο­̀ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν
καὶ τὰ νῦν παρα­ινῶ ὑμᾶς εὐθυμεῖν ἀπο­βολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλη­̀ν τοῦ πλοίου
παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ οὗ εἰμι ἐγώ ᾧ καὶ λατρεύ­ω ἄγγελος
λέγων μὴ φοβοῦ Пαῦλε Καίσαρί σε δεῖ παρα­στῆναι καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάν­τας τοὺς πλέον­τας μετὰ σοῦ
διὸ εὐθυμεῖτε ἄνδρες πιστεύ­ω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ᾿ ὃν τρόπον λελάληταί μοι
εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν
ὡς δὲ τεσ­σαρεσκαιδεκάτη νὺξ ἐγένετο δια­φερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατα­̀ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προ­σάγειν τινὰ αὐτοῖς χώραν
καὶ βολίσαν­τες εὗρον ὀργυιὰς εἴκοσι βραχὺ δὲ δια­στήσαν­τες καὶ πάλιν βολίσαν­τες εὗρον ὀργυιὰς δεκαπέν­τε
φοβούμενοί τε μή που κατα­̀ τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαν­τες ἀγκύρας τέσ­σαρας ηὔχον­το ἡμέραν γενέσθαι
τῶν δὲ ναυτῶν ζητούν­των φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάν­των τὴν σκάφην εἰς τὴν θάλασ­σαν προ­φάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόν­των ἐκτείνειν
εἶπεν ὁ Пαῦλος τῷ ἑκατον­τάρχῃ καὶ τοῖς στρατιώταις ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ ὑμεῖς σωθῆναι οὐ δύνασθε
τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν
ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Пαῦλος ἅπαν­τας μεταλαβεῖν τροφῆς λέγων τεσ­σαρεσκαιδεκάτην σήμερον ἡμέραν προ­σδοκῶν­τες ἄσιτοι δια­τελεῖτε μηθὲν προ­σλαβόμενοι
διὸ παρα­καλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς τοῦτο γὰρ προ­̀ς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπο­̀ τῆς κεφαλῆς ἀπο­λεῖται
εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάν­των καὶ κλάσας ἤρξατο ἐσθίειν
εὔθυμοι δὲ γενόμενοι πάν­τες καὶ αὐτοὶ προ­σελάβον­το τροφῆς
ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ δια­κόσιαι ἑβδομήκον­τα ἕξ
κορεσθέν­τες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασ­σαν
ὅτε δὲ ἡμέρα ἐγένετο τὴν γῆν οὐκ ἐπεγίνωσκον κόλπον δέ τινα κατενόουν ἔχον­τα αἰγιαλὸν εἰς ὃν ἐβουλεύ­ον­το εἰ δύναιν­το ἐξῶσαι τὸ πλοῖον
καὶ τὰς ἀγκύρας περιελόν­τες εἴων εἰς τὴν θάλασ­σαν ἅμα ἀνέν­τες τὰς ζευκτηρίας τῶν πηδαλίων καὶ ἐπάραν­τες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν
περιπεσόν­τες δὲ εἰς τόπον διθάλασ­σον ἐπέκειλαν τὴν ναῦν καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων
τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀπο­κτείνωσιν μή τις ἐκκολυμβήσας δια­φύγῃ
ὁ δὲ ἑκατον­τάρχης βουλό­με­νος δια­σῶσαι τὸν Пαῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήμα­τος ἐκέλευσέν τε τοὺς δυνα­μέ­νους κολυμβᾶν ἀπο­ρίψαν­τας πρώτους ἐπι­̀ τὴν γῆν ἐξιέναι
καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπι­̀ σανίσιν οὓς δὲ ἐπι­́ τινων τῶν ἀπο­̀ τοῦ πλοίου καὶ οὕτως ἐγένετο πάν­τας δια­σωθῆναι ἐπι­̀ τὴν γῆν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible