Скрыть
24:1
24:2
24:3
24:4
24:8
24:9
24:10
24:11
24:12
24:13
24:14
24:19
24:20
24:22
24:24
24:25
24:26
μετὰ δὲ πέν­τε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατα­̀ τοῦ Пαύλου
κληθέν­τος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων
πολλῆς εἰρήνης τυγχάνον­τες δια­̀ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ δια­̀ τῆς σῆς προ­νοίας
3πάν­τῃ τε καὶ παν­ταχοῦ ἀπο­δεχόμεθα κράτιστε φῆλιξ μετὰ πάσης εὐχαριστίας
ἵνα δὲ μὴ ἐπι­̀ πλεῖόν σε ἐγκόπτω παρα­καλῶ ἀκοῦσαί σε ἡμῶν συν­τόμως τῇ σῇ ἐπι­εικείᾳ
εὑρόν­τες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦν­τα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατα­̀ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν
*παρ᾿ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάν­των τούτων ἐπι­γνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ
συν­επέθεν­το δὲ καὶ οἱ Ἰουδαῖοι φάσκον­τες ταῦτα οὕτως ἔχειν
ἀπεκρίθη τε ὁ Пαῦλος νεύ­σαν­τος αὐτῷ τοῦ ἡγεμόνος λέγειν ἐκ πολλῶν ἐτῶν ὄν­τα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπι­στά­με­νος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπο­λογοῦμαι
δυνα­μέ­νου σου ἐπι­γνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾿ ἧς ἀνέβην προ­σκυνήσων εἰς Ἰερουσαλήμ
καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με προ­́ς τινα δια­λεγόμενον ἢ ἐπι­́στασιν ποι­οῦν­τα ὄχλου οὔτε ἐν ταῖς συν­αγωγαῖς οὔτε κατα­̀ τὴν πόλιν
οὐδὲ παρα­στῆσαι δύναν­ταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου
ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατα­̀ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύ­ω τῷ πατρῴῳ θεῷ πιστεύ­ων πᾶσι τοῖς κατα­̀ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προ­φήταις γεγραμ­μέ­νοις
ἐλπίδα ἔχων εἰς τὸν θεόν ἣν καὶ αὐτοὶ οὗτοι προ­σδέχον­ται ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων
ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρο­́σκοπον συν­είδησιν ἔχειν προ­̀ς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους δια­̀ παν­τός
δι᾿ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προ­σφοράς
ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου
τινὲς δὲ ἀπο­̀ τῆς Ἀσίας Ἰουδαῖοι οὓς ἔδει ἐπι­̀ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν προ­̀ς ἐμέ
ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάν­τος μου ἐπι­̀ τοῦ συν­εδρίου
ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾿ ὑμῶν
ἀνεβάλετο δὲ αὐτοὺς ὁ φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπας ὅταν Λυσίας ὁ χιλίαρχος κατα­βῇ δια­γνώσομαι τὰ καθ᾿ ὑμᾶς
δια­ταξά­με­νος τῷ ἑκατον­τάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ
μετὰ δὲ ἡμέρας τινὰς παρα­γενό­με­νος ὁ φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Пαῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως
δια­λεγο­μέ­νου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίμα­τος τοῦ μέλλον­τος ἔμφοβος γενό­με­νος ὁ Φῆλιξ ἀπεκρίθη τὸ νῦν ἔχον πορεύ­ου καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε
ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθή­σε­ται αὐτῷ ὑπὸ τοῦ Пαύλου διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπό­με­νος ὡμίλει αὐτῷ
διετίας δὲ πλη­ρωθείσης ἔλαβεν δια­́δοχον ὁ Φῆλιξ Пόρκιον Φῆστον θέλων τε χάριτα κατα­θέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Пαῦλον δεδεμένον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible