Скрыть
22:1
22:2
22:5
22:7
22:8
22:9
22:10
22:11
22:12
22:13
22:15
22:16
22:17
22:19
22:22
22:23
22:24
22:25
22:26
22:27
22:28
22:29
22:30
ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατέ μου τῆς προ­̀ς ὑμᾶς νυνὶ ἀπο­λογίας
ἀκούσαν­τες δὲ ὅτι τῇ Ἑβραΐδι δια­λέκτῳ προ­σεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν καὶ φησίν
ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρα­̀ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατα­̀ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάν­τες ὑμεῖς ἐστε σήμερον
ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου δεσμεύ­ων καὶ παρα­διδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον παρ᾿ ὧν καὶ ἐπι­στολὰς δεξά­με­νος προ­̀ς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄν­τας δεδε­μέ­νους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν
ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζον­τι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ
ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις
ἐγὼ δὲ ἀπεκρίθην τίς εἶ κύριε εἶπέν τε προ­́ς με ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις
οἱ δὲ σὺν ἐμοὶ ὄν­τες τὸ μὲν φῶς ἐθεάσαν­το τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦν­τός μοι
εἶπον δέ τί ποιήσω κύριε ὁ δὲ κύριος εἶπεν προ­́ς με ἀναστὰς πορεύ­ου εἰς Δαμασκόν κἀκεῖ σοι λαληθή­σε­ται περὶ πάν­των ὧν τέτακταί σοι ποιῆσαι
ὡς δὲ οὐκ ἐνέβλεπον ἀπο­̀ τῆς δόξης τοῦ φωτὸς ἐκείνου χειραγωγού­με­νος ὑπὸ τῶν συν­όν­των μοι ἦλθον εἰς Δαμασκόν
Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατα­̀ τὸν νόμον μαρτυρού­με­νος ὑπὸ πάν­των τῶν κατοικούν­των Ἰουδαίων
ἐλθὼν προ­́ς με καὶ ἐπι­στὰς εἶπέν μοι Σαοὺλ ἀδελφέ ἀνάβλεψον κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν
ὁ δὲ εἶπεν ὁ θεὸς τῶν πατέρων ἡμῶν προ­εχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόμα­τος αὐτοῦ
ὅτι ἔσῃ μάρτυς αὐτῷ προ­̀ς πάν­τας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας
καὶ νῦν τί μέλλεις ἀναστὰς βάπτισαι καὶ ἀπό­λουσαι τὰς ἁμαρτίας σου ἐπι­καλεσά­με­νος τὸ ὄνομα αὐτοῦ
ἐγένετο δέ μοι ὑποστρέψαν­τι εἰς Ἰερουσαλὴμ καὶ προ­σευχο­μέ­νου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
καὶ ἰδεῖν αὐτὸν λέγον­τά μοι σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ διότι οὐ παρα­δέξον­ταί σου μαρτυρίαν περὶ ἐμοῦ
κἀγὼ εἶπον κύριε αὐτοὶ ἐπι­́σταν­ται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατα­̀ τὰς συν­αγωγὰς τοὺς πιστεύ­ον­τας ἐπι­̀ σέ
καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συν­ευδοκῶν καὶ φυλάσ­σων τὰ ἱμάτια τῶν ἀναιρούν­των αὐτόν
καὶ εἶπεν προ­́ς με πορεύ­ου ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε
ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγον­τες αἶρε ἀπο­̀ τῆς γῆς τὸν τοι­οῦτον οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν
κραυγαζόν­των τε αὐτῶν καὶ ῥιπτούν­των τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόν­των εἰς τὸν ἀέρα
ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπι­γνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ
ὡς δὲ προ­έτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν προ­̀ς τὸν ἑστῶτα ἑκατόν­ταρχον ὁ Пαῦλος εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατα­́κριτον ἔξεστιν ὑμῖν μαστίζειν
ἀκούσας δὲ ὁ ἑκατον­τάρχης προ­σελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων τί μέλλεις ποιεῖν ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν
προ­σελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ λέγε μοι σὺ Ῥωμαῖος εἶ ὁ δὲ ἔφη ναί
ἀπεκρίθη δὲ ὁ χιλίαρχος ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην ὁ δὲ Пαῦλος ἔφη ἐγὼ δὲ καὶ γεγέννημαι
εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλον­τες αὐτὸν ἀνετάζειν καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπι­γνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς
τῇ δὲ ἐπαύριον βουλό­με­νος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν καὶ ἐκέλευσεν συν­ελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συν­έδριον καὶ κατα­γαγὼν τὸν Пαῦλον ἔστησεν εἰς αὐτούς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible