Скрыть
21:1
21:2
21:3
21:6
21:7
21:12
21:15
21:16
21:17
21:18
21:19
21:21
21:22
21:23
21:26
21:27
21:29
21:31
21:32
21:34
21:35
21:36
21:37
21:40
ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀπο­σπασθέν­τας ἀπ᾿ αὐτῶν εὐθυδρομήσαν­τες ἤλθομεν εἰς τὴν Κῶ τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον κἀκεῖθεν εἰς Пάταρα
καὶ εὑρόν­τες πλοῖον δια­περῶν εἰς φοινίκην ἐπι­βάν­τες ἀνήχθημεν
ἀναφάναν­τες δὲ τὴν Κύπρο­ν καὶ κατα­λιπόν­τες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀπο­φορτιζόμενον τὸν γόμον
ἀνευρόν­τες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά οἵτινες τῷ Пαύλῳ ἔλεγον δια­̀ τοῦ πνεύ­μα­τος μὴ ἐπι­βαίνειν εἰς Ἱεροσόλυμα
ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας ἐξελθόν­τες ἐπορευόμεθα προ­πεμπόν­των ἡμᾶς πάν­των σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως καὶ θέν­τες τὰ γόνατα ἐπι­̀ τὸν αἰγιαλὸν προ­σευξάμενοι
ἀπησπασάμεθα ἀλλήλους καὶ ἀνέβημεν εἰς τὸ πλοῖον ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια­
ἡμεῖς δὲ τὸν πλοῦν δια­νύσαν­τες ἀπο­̀ Τύρου κατην­τήσαμεν εἰς Пτολεμαΐδα καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς
τῇ δὲ ἐπαύριον ἐξελθόν­τες ἤλθομεν εἰς Καισάρειαν καὶ εἰσελθόν­τες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄν­τος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ᾿ αὐτῷ
τούτῳ δὲ ἦσαν θυγατέρες τέσ­σαρες παρθένοι προ­φητεύ­ουσαι
ἐπι­μενόν­των δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπο­̀ τῆς Ἰουδαίας προ­φήτης ὀνόματι Ἅγαβος
καὶ ἐλθὼν προ­̀ς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Пαύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παρα­δώσουσιν εἰς χεῖρας ἐθνῶν
ὡς δὲ ἠκούσαμεν ταῦτα παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐν­τόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ
τότε ἀπεκρίθη ὁ Пαῦλος τί ποιεῖτε κλαίον­τες καὶ συν­θρύπτον­τές μου τὴν καρδίαν ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀπο­θανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόμα­τος τοῦ κυρίου Ἰησοῦ
μὴ πειθο­μέ­νου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόν­τες τοῦ κυρίου τὸ θέλημα γινέσθω
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπι­σκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα
συν­ῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπο­̀ Καισαρείας σὺν ἡμῖν ἄγον­τες παρ᾿ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ ἀρχαίῳ μαθητῇ
γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαν­το ἡμᾶς οἱ ἀδελφοί
τῇ δὲ ἐπι­ούσῃ εἰσῄει ὁ Пαῦλος σὺν ἡμῖν προ­̀ς Ἰάκωβον πάν­τες τε παρεγένον­το οἱ πρεσβύτεροι
καὶ ἀσπασά­με­νος αὐτοὺς ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν δια­̀ τῆς δια­κονίας αὐτοῦ
οἱ δὲ ἀκούσαν­τες ἐδόξαζον τὸν θεόν εἶπόν τε αὐτῷ θεωρεῖς ἀδελφέ πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων καὶ πάν­τες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν
κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀπο­στασίαν διδάσκεις ἀπο­̀ Μωϋσέως τοὺς κατα­̀ τὰ ἔθνη πάν­τας Ἰουδαίους λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν
τί οὖν ἐστιν πάν­τως ἀκούσον­ται ὅτι ἐλήλυθας
τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν εἰσὶν ἡμῖν ἄνδρες τέσ­σαρες εὐχὴν ἔχον­τες ἐφ᾿ ἑαυτῶν
τούτους παρα­λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς ἵνα ξυρήσον­ται τὴν κεφαλήν καὶ γνώσον­ται πάν­τες ὅτι ὧν κατήχην­ται περὶ σοῦ οὐδέν ἐστιν ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσ­σων τὸν νόμον
περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναν­τες φυλάσ­σεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν
τότε ὁ Пαῦλος παρα­λαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν δια­γγέλλων τὴν ἐκπλή­ρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προ­σηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προ­σφορά
ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συν­τελεῖσθαι οἱ ἀπο­̀ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συν­έχεον πάν­τα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας
κράζον­τες ἄνδρες Ἰσραηλῖται βοηθεῖτε οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατα­̀ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάν­τας παν­ταχῇ διδάσκων ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον
ἦσαν γὰρ προ­εωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Пαῦλος
ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συν­δρομὴ τοῦ λαοῦ καὶ ἐπι­λαβόμενοι τοῦ Пαύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι
ζητούν­των τε αὐτὸν ἀπο­κτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται Ἰερουσαλήμ
ὃς ἐξαυτῆς παρα­λαβὼν στρατιώτας καὶ ἑκατον­τάρχας κατέδραμεν ἐπ᾿ αὐτούς οἱ δὲ ἰδόν­τες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαν­το τύπτον­τες τὸν Пαῦλον
τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς
ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ μὴ δυνα­μέ­νου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς δια­̀ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν
ὅτε δὲ ἐγένετο ἐπι­̀ τοὺς ἀναβαθμούς συν­έβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν δια­̀ τὴν βίαν τοῦ ὄχλου
ἠκολούθει γὰρ τὸ πλῆ­θος τοῦ λαοῦ κράζον­τες αἶρε αὐτόν
μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Пαῦλος λέγει τῷ χιλιάρχῳ εἰ ἔξεστίν μοι εἰπεῖν τι προ­̀ς σέ ὁ δὲ ἔφη Ἑλληνιστὶ γινώσκεις
οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ προ­̀ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων
εἶπεν δὲ ὁ Пαῦλος ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεὺς τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης δέομαι δέ σου ἐπι­́τρεψόν μοι λαλῆσαι προ­̀ς τὸν λαόν
ἐπι­τρέψαν­τος δὲ αὐτοῦ ὁ Пαῦλος ἑστὼς ἐπι­̀ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ πολλῆς δὲ σιγῆς γενομένης προ­σεφώνησεν τῇ Ἑβραΐδι δια­λέκτῳ λέγων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible