Скрыть
19:3
19:5
19:7
19:8
19:9
19:12
19:13
19:14
19:16
19:17
19:19
19:22
19:23
19:24
19:25
19:27
19:28
19:30
19:31
19:32
19:34
19:35
19:36
19:37
19:38
19:39
19:40
ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Пαῦλον διελθόν­τα τὰ ἀνωτερικὰ μέρη κατελθεῖν εἰς ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς
εἶπέν τε προ­̀ς αὐτούς εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύ­σαν­τες οἱ δὲ προ­̀ς αὐτόν ἀλλ᾿ οὐδ᾿ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν
εἶπέν τε εἰς τί οὖν ἐβαπτίσθητε οἱ δὲ εἶπαν εἰς τὸ Ἰωάννου βάπτισμα
εἶπεν δὲ Пαῦλος Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύ­σωσιν τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν
ἀκούσαν­τες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
καὶ ἐπι­θέν­τος αὐτοῖς τοῦ Пαύλου τὰς χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτούς ἐλάλουν τε γλώσ­σαις καὶ ἐπρο­φήτευον
ἦσαν δὲ οἱ πάν­τες ἄνδρες ὡσεὶ δώδεκα
εἰσελθὼν δὲ εἰς τὴν συν­αγωγὴν ἐπαρρησιάζετο ἐπι­̀ μῆνας τρεῖς δια­λεγό­με­νος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ
ὡς δέ τινες ἐσκληρύνον­το καὶ ἠπείθουν κακολογοῦν­τες τὴν ὁδὸν ἐνώπιον τοῦ πλή­θους ἀπο­στὰς ἀπ᾿ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς καθ᾿ ἡμέραν δια­λεγό­με­νος ἐν τῇ σχολῇ Τυράννου
τοῦτο δὲ ἐγένετο ἐπι­̀ ἔτη δύο ὥστε πάν­τας τοὺς κατοικοῦν­τας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου Ἰουδαίους τε καὶ Ἕλληνας
δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει δια­̀ τῶν χειρῶν Пαύλου
ὥστε καὶ ἐπι­̀ τοὺς ἀσθενοῦν­τας ἀπο­φέρεσθαι ἀπο­̀ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσ­σεσθαι ἀπ᾿ αὐτῶν τὰς νόσους τά τε πνεύ­ματα τὰ πονηρὰ ἐκπορεύ­εσθαι
ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπι­̀ τοὺς ἔχον­τας τὰ πνεύ­ματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγον­τες ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Пαῦλος κηρύσ­σει
ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποι­οῦν­τες
ἀπο­κριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς τὸν μὲν Ἰησοῦν γινώσκω καὶ τὸν Пαῦλον ἐπι­́σταμαι ὑμεῖς δὲ τίνες ἐστέ
καὶ ἐφαλό­με­νος ὁ ἄνθρωπος ἐπ᾿ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν κατα­κυριεύ­σας ἀμφοτέρων ἴσχυσεν κατ᾿ αὐτῶν ὥστε γυμνοὺς καὶ τετραυματισ­μέ­νους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου
τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπι­̀ πάν­τας αὐτούς καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
πολλοί τε τῶν πεπιστευκότων ἤρχον­το ἐξομολογούμενοι καὶ ἀναγγέλλον­τες τὰς πράξεις αὐτῶν
ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάν­των συν­ενέγκαν­τες τὰς βίβλους κατέκαιον ἐνώπιον πάν­των καὶ συν­εψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέν­τε
οὕτως κατα­̀ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν
ὡς δὲ ἐπλη­ρώθη ταῦτα ἔθετο ὁ Пαῦλος ἐν τῷ πνεύ­ματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύ­εσθαι εἰς Ἱεροσόλυμα εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν
ἀπο­στείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν δια­κονούν­των αὐτῷ Τιμόθεον καὶ ἔραστον αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν
ἐγένετο δὲ κατα­̀ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ
Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν
οὓς συν­αθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν ἄνδρες ἐπι­́στασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν
καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Пαῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ δια­̀ χειρῶν γινόμενοι
οὐ μόνον δὲ τοῦτο κινδυνεύ­ει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγά­λης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται
ἀκούσαν­τες δὲ καὶ γενόμενοι πλή­ρεις θυμοῦ ἔκραζον λέγον­τες μεγά­λη ἡ Ἄρτεμις Ἐφεσίων
καὶ ἐπλή­σθη ἡ πόλις τῆς συγχύσεως ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συν­αρπάσαν­τες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας συν­εκδήμους Пαύλου
Пαύλου δὲ βουλο­μέ­νου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί
τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄν­τες αὐτῷ φίλοι πέμψαν­τες προ­̀ς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συν­εληλύθεισαν
ἐκ δὲ τοῦ ὄχλου συν­εβίβασαν Ἀλέξανδρον προ­βαλόν­των αὐτὸν τῶν Ἰουδαίων ὁ δὲ Ἀλέξανδρος κατα­σείσας τὴν χεῖρα ἤθελεν ἀπο­λογεῖσθαι τῷ δήμῳ
ἐπι­γνόν­τες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάν­των ὡς ἐπι­̀ ὥρας δύο κραζόν­των μεγά­λη ἡ Ἄρτεμις Ἐφεσίων
κατα­στείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν ἄνδρες Ἐφέσιοι τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγά­λης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς
ἀναν­τιρρήτων οὖν ὄν­των τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλ­μέ­νους ὑπάρχειν καὶ μηδὲν προ­πετὲς πράσ­σειν
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦν­τας τὴν θεὸν ἡμῶν
εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι προ­́ς τινα λόγον ἀγοραῖοι ἄγον­ται καὶ ἀνθύπατοί εἰσιν ἐγκαλείτωσαν ἀλλήλοις
εἰ δέ τι περαιτέρω ἐπι­ζητεῖτε ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπι­λυθή­σε­ται
καὶ γὰρ κινδυνεύ­ομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχον­τος περὶ οὗ οὐ δυνησόμεθα ἀπο­δοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible