Скрыть
18:1
18:4
18:7
18:11
18:12
18:13
18:14
18:16
18:19
18:20
18:22
18:23
18:26
18:27
18:28
μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν Пον­τικὸν τῷ γένει προ­σφάτως ἐληλυθότα ἀπο­̀ τῆς Ἰταλίας καὶ Пρίσκιλλαν γυναῖκα αὐτοῦ δια­̀ τὸ δια­τεταχέναι Κλαύδιον χωρίζεσθαι πάν­τας τοὺς Ἰουδαίους ἀπο­̀ τῆς Ῥώμης προ­σῆλθεν αὐτοῖς
καὶ δια­̀ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾿ αὐτοῖς καὶ ἠργάζετο ἦσαν γὰρ σκηνοποι­οὶ τῇ τέχνῃ
διελέγετο δὲ ἐν τῇ συν­αγωγῇ κατα­̀ πᾶν σάββατον ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας
ὡς δὲ κατῆλθον ἀπο­̀ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος συν­είχετο τῷ λόγῳ ὁ Пαῦλος δια­μαρτυρό­με­νος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστόν Ἰησοῦν
ἀν­τιτασ­σομένων δὲ αὐτῶν καὶ βλασφημούν­των ἐκτιναξά­με­νος τὰ ἱμάτια εἶπεν προ­̀ς αὐτούς τὸ αἷμα ὑμῶν ἐπι­̀ τὴν κεφαλὴν ὑμῶν καθαρὸς ἐγώ ἀπο­̀ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύ­σομαι
καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβο­μέ­νου τὸν θεόν οὗ ἡ οἰκία ἦν συν­ομοροῦσα τῇ συν­αγωγῇ
Κρίσπος δὲ ὁ ἀρχισυν­άγωγος ἐπι­́στευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ καὶ πολλοὶ τῶν Κορινθίων ἀκούον­τες ἐπι­́στευον καὶ ἐβαπτίζον­το
εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾿ ὁράμα­τος τῷ Пαύλῳ μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπι­θή­σε­ταί σοι τοῦ κακῶσαί σε διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ
Γαλλίωνος δὲ ἀνθυπάτου ὄν­τος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Пαύλῳ καὶ ἤγαγον αὐτὸν ἐπι­̀ τὸ βῆμα
λέγον­τες ὅτι παρα­̀ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν
μέλλον­τος δὲ τοῦ Пαύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων προ­̀ς τοὺς Ἰουδαίους εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν ὦ Ἰουδαῖοι κατα­̀ λόγον ἂν ἀνεσχόμην ὑμῶν
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς ὄψεσθε αὐτοί κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι
καὶ ἀπήλασεν αὐτοὺς ἀπο­̀ τοῦ βήμα­τος
ἐπι­λαβόμενοι δὲ πάν­τες Σωσθένην τὸν ἀρχισυν­άγωγον ἔτυπτον ἔμπρο­σθεν τοῦ βήμα­τος καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν
ὁ δὲ Пαῦλος ἔτι προ­σμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀπο­ταξά­με­νος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτῷ Пρίσκιλλα καὶ Ἀκύλας κειρά­με­νος ἐν Κεγχρεαῖς τὴν κεφαλήν εἶχεν γὰρ εὐχήν
κατήν­τησαν δὲ εἰς ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συν­αγωγὴν διελέξατο τοῖς Ἰουδαίοις
ἐρωτών­των δὲ αὐτῶν ἐπι­̀ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν
ἀλλὰ ἀπο­ταξά­με­νος καὶ εἰπών πάλιν ἀνακάμψω προ­̀ς ὑμᾶς τοῦ θεοῦ θέλον­τος ἀνήχθη ἀπο­̀ τῆς Ἐφέσου
καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασά­με­νος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀν­τιόχειαν
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχό­με­νος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν ἐπι­στηρίζων πάν­τας τοὺς μαθητάς
Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι Ἀλεξανδρεὺς τῷ γένει ἀνὴρ λόγιος κατήν­τησεν εἰς ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου καὶ ζέων τῷ πνεύ­ματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ ἐπι­στά­με­νος μόνον τὸ βάπτισμα Ἰωάννου
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συν­αγωγῇ ἀκούσαν­τες δὲ αὐτοῦ Пρίσκιλλα καὶ Ἀκύλας προ­σελάβον­το αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεν­το τὴν ὁδὸν τοῦ θεοῦ
βουλο­μέ­νου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προ­τρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀπο­δέξασθαι αὐτόν ὃς παρα­γενό­με­νος συν­εβάλετο πολὺ τοῖς πεπιστευκόσιν δια­̀ τῆς χάριτος
εὐτόνως γὰρ τοῖς Ἰουδαίοις δια­κατηλέγχετο δημοσίᾳ ἐπι­δεικνὺς δια­̀ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible