Скрыть
14:1
14:2
14:4
14:5
14:7
14:8
14:9
14:11
14:12
14:13
14:14
14:16
14:18
14:20
14:21
14:23
14:24
14:25
14:27
14:28
ἐγένετο δὲ ἐν Ἰκονίῳ κατα­̀ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συν­αγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆ­θος
οἱ δὲ ἀπειθήσαν­τες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατα­̀ τῶν ἀδελφῶν
ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπι­̀ τῷ κυρίῳ τῷ μαρτυροῦν­τι ἐπι­̀ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ διδόν­τι σημεῖα καὶ τέρατα γίνεσθαι δια­̀ τῶν χειρῶν αὐτῶν
ἐσχίσθη δὲ τὸ πλῆ­θος τῆς πόλεως καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀπο­στόλοις
ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς
συνιδόν­τες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον
κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν
καί τις ἀνὴρ ἀδύνα­τος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν
οὗτος ἤκουσεν τοῦ Пαύλου λαλοῦν­τος ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι
εἶπεν μεγά­λῃ φωνῇ ἀνάστηθι ἐπι­̀ τοὺς πόδας σου ὀρθός καὶ ἥλατο καὶ περιεπάτει
οἵ τε ὄχλοι ἰδόν­τες ὃ ἐποίησεν Пαῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγον­τες οἱ θεοὶ ὁμοιωθέν­τες ἀνθρώποις κατέβησαν προ­̀ς ἡμᾶς
ἐκάλουν τε τὸν Βαρναβᾶν δία τὸν δὲ Пαῦλον Ἑρμῆν ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγού­με­νος τοῦ λόγου
ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄν­τος προ­̀ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπι­̀ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν
ἀκούσαν­τες δὲ οἱ ἀπό­στολοι Βαρναβᾶς καὶ Пαῦλος δια­ρρήξαν­τες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζον­τες
καὶ λέγον­τες ἄνδρες τί ταῦτα ποιεῖτε καὶ ἡμεῖς ὁμοι­οπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπο­̀ τούτων τῶν ματαίων ἐπι­στρέφειν ἐπι­̀ θεὸν ζῶν­τα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασ­σαν καὶ πάν­τα τὰ ἐν αὐτοῖς
ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάν­τα τὰ ἔθνη πορεύ­εσθαι ταῖς ὁδοῖς αὐτῶν
καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν
καὶ ταῦτα λέγον­τες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς
ἐπῆλθαν δὲ ἀπο­̀ Ἀν­τιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαν­τες τοὺς ὄχλους καὶ λιθάσαν­τες τὸν Пαῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζον­τες αὐτὸν τεθνηκέναι
κυκλωσάν­των δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην
εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύ­σαν­τες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀν­τιόχειαν
ἐπι­στηρίζον­τες τὰς ψυχὰς τῶν μαθητῶν παρα­καλοῦν­τες ἐμμένειν τῇ πίστει καὶ ὅτι δια­̀ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
χειροτονήσαν­τες δὲ αὐτοῖς κατ᾿ ἐκκλησίαν πρεσβυτέρους προ­σευξάμενοι μετὰ νηστειῶν παρέθεν­το αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύ­κεισαν
καὶ διελθόν­τες τὴν Пισιδίαν ἦλθον εἰς τὴν Пαμφυλίαν
καὶ λαλήσαν­τες ἐν Пέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν
κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀν­τιόχειαν ὅθεν ἦσαν παρα­δεδο­μέ­νοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλή­ρωσαν
παρα­γενόμενοι δὲ καὶ συν­αγαγόν­τες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾿ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως
διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible