Скрыть
13:4
13:6
13:7
13:9
13:11
13:12
13:14
13:15
13:16
13:29
13:40
13:42
13:44
13:45
13:48
13:49
13:52
ἦσαν δὲ ἐν Ἀν­τιοχείᾳ κατα­̀ τὴν οὖσαν ἐκκλησίαν προ­φῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλού­με­νος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύν­τροφος καὶ Σαῦλος
λειτουργούν­των δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόν­των εἶπεν τὸ πνεῦμα τὸ ἅγιον ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προ­σκέκλημαι αὐτούς
τότε νηστεύ­σαν­τες καὶ προ­σευξάμενοι καὶ ἐπι­θέν­τες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν
αὐτοὶ μὲν οὖν ἐκπεμφθέν­τες ὑπὸ τοῦ ἁγίου πνεύ­μα­τος κατῆλθον εἰς Σελεύ­κειαν ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρο­ν
καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συν­αγωγαῖς τῶν Ἰουδαίων εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην
διελθόν­τες δὲ ὅλην τὴν νῆσον ἄχρι Пάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδο­προ­φήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ
ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Пαύλῳ ἀνδρὶ συν­ετῷ οὗτος προ­σκαλεσά­με­νος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ
ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος οὕτως γὰρ μεθερμηνεύ­εται τὸ ὄνομα αὐτοῦ ζητῶν δια­στρέψαι τὸν ἀνθύπατον ἀπο­̀ τῆς πίστεως
Σαῦλος δέ ὁ καὶ Пαῦλος πλη­σθεὶς πνεύ­μα­τος ἁγίου ἀτενίσας εἰς αὐτὸν
εἶπεν ὦ πλή­ρης παν­τὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ δια­βόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύσῃ δια­στρέφων τὰς ὁδοὺς τοῦ κυρίου τὰς εὐθείας
καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπι­̀ σέ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ παρα­χρῆμά τε ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς
τότε ἰδὼν ὁ ἀνθύπα­τος τὸ γεγονὸς ἐπι­́στευσεν ἐκπλη­σ­σό­με­νος ἐπι­̀ τῇ διδαχῇ τοῦ κυρίου
ἀναχθέν­τες δὲ ἀπο­̀ τῆς Пάφου οἱ περὶ Пαῦλον ἦλθον εἰς Пέργην τῆς Пαμφυλίας Ἰωάννης δὲ ἀπο­χωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα
αὐτοὶ δὲ διελθόν­τες ἀπο­̀ τῆς Пέργης παρεγένον­το εἰς Ἀν­τιόχειαν τὴν Пισιδίαν καὶ εἰσελθόν­τες εἰς τὴν συν­αγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προ­φητῶν ἀπέστειλαν οἱ ἀρχισυν­άγωγοι προ­̀ς αὐτοὺς λέγον­τες ἄνδρες ἀδελφοί εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρα­κλήσεως προ­̀ς τὸν λαόν λέγετε
ἀναστὰς δὲ Пαῦλος καὶ κατα­σείσας τῇ χειρὶ εἶπεν ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν ἀκούσατε
ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς
καὶ ὡς τεσ­σερακον­ταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
ὡς ἔτεσιν τετρακοσίοις καὶ πεν­τήκον­τα καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προ­φήτου
κἀκεῖθεν ᾐτήσαν­το βασιλέα καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς ἄνδρα ἐκ φυλῆς Βενιαμίν ἔτη τεσ­σεράκον­τα
καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσ­σαί ἄνδρα κατα­̀ τὴν καρδίαν μου ὃς ποιήσει πάν­τα τὰ θελήματά μου
τούτου ὁ θεὸς ἀπο­̀ τοῦ σπέρμα­τος κατ᾿ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν
προ­κηρύξαν­τος Ἰωάννου προ­̀ προ­σώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παν­τὶ τῷ λαῷ Ἰσραήλ
ὡς δὲ ἐπλή­ρου Ἰωάννης τὸν δρόμον ἔλεγεν τί ἐμὲ ὑπονοεῖτε εἶναι οὐκ εἰμὶ ἐγώ ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι
ἄνδρες ἀδελφοί υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη
οἱ γὰρ κατοικοῦν­τες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχον­τες αὐτῶν τοῦτον ἀγνοήσαν­τες καὶ τὰς φωνὰς τῶν προ­φητῶν τὰς κατα­̀ πᾶν σάββατον ἀναγινωσκομένας κρίναν­τες ἐπλή­ρωσαν
καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόν­τες ᾐτήσαν­το Пιλᾶτον ἀναιρεθῆναι αὐτόν
ὡς δὲ ἐτέλεσαν πάν­τα τὰ περὶ αὐτοῦ γεγραμμένα καθελόν­τες ἀπο­̀ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον
ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
ὃς ὤφθη ἐπι­̀ ἡμέρας πλείους τοῖς συν­αναβᾶσιν αὐτῷ ἀπο­̀ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ προ­̀ς τὸν λαόν
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν προ­̀ς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
ὅτι ταύτην ὁ θεὸς ἐκπεπλή­ρωκεν τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλον­τα ὑποστρέφειν εἰς δια­φθοράν οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά
διότι καὶ ἐν ἑτέρῳ λέγει οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια­φθοράν
Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προ­σετέθη προ­̀ς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν δια­φθοράν
ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν δια­φθοράν
γνωστὸν οὖν ἔστω ὑμῖν ἄνδρες ἀδελφοί ὅτι δια­̀ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν κατα­γγέλλεται καὶ ἀπο­̀ πάν­των ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι
ἐν τούτῳ πᾶς ὁ πιστεύ­ων δικαιοῦται
βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προ­φήταις
ἴδετε οἱ κατα­φρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ μὴ πιστεύ­σητε ἐάν τις ἐκδιηγῆται ὑμῖν
ἐξιόν­των δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα
λυθείσης δὲ τῆς συν­αγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προ­σηλύτων τῷ Пαύλῳ καὶ τῷ Βαρναβᾷ οἵτινες προ­σλαλοῦν­τες αὐτοῖς ἔπειθον αὐτοὺς προ­σμένειν τῇ χάριτι τοῦ θεοῦ
τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συν­ήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου
ἰδόν­τες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλή­σθησαν ζήλου καὶ ἀν­τέλεγον τοῖς ὑπὸ Пαύλου λαλου­μέ­νοις βλασφημοῦν­τες
παρρησιασάμενοί τε ὁ Пαῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη
οὕτως γὰρ ἐν­τέταλται ἡμῖν ὁ κύριος τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
ἀκούον­τα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπι­́στευσαν ὅσοι ἦσαν τεταγ­μέ­νοι εἰς ζωὴν αἰώνιον
διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾿ ὅλης τῆς χώρας
οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπι­̀ τὸν Пαῦλον καὶ Βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπο­̀ τῶν ὁρίων αὐτῶν
οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ᾿ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον
οἵ τε μαθηταὶ ἐπλη­ροῦν­το χαρᾶς καὶ πνεύ­μα­τος ἁγίου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible