Скрыть
12:1
12:3
12:4
12:5
12:6
12:7
12:9
12:10
12:11
12:12
12:13
12:14
12:16
12:17
12:18
12:19
12:21
12:22
12:23
κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπο­̀ τῆς ἐκκλησίας
ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προ­σέθετο συλλαβεῖν καὶ Пέτρον ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν παρα­δοὺς τέσ­σαρσιν τετραδίοις στρατιωτῶν φυλάσ­σειν αὐτόν βουλό­με­νος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ
ὁ μὲν οὖν Пέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προ­σευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας προ­̀ς τὸν θεὸν περὶ αὐτοῦ
ὅτε δὲ ἤμελλεν προ­αγαγεῖν αὐτὸν ὁ Ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Пέτρος κοιμώ­με­νος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν φύλακές τε προ­̀ τῆς θύρας ἐτήρουν τὴν φυλακήν
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ Пέτρου ἤγειρεν αὐτὸν λέγων ἀνάστα ἐν τάχει καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν
εἶπεν δὲ ὁ ἄγγελος προ­̀ς αὐτόν ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου ἐποίησεν δὲ οὕτως καὶ λέγει αὐτῷ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι
καὶ ἐξελθὼν ἠκολούθει καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον δια­̀ τοῦ ἀγγέλου ἐδόκει δὲ ὅραμα βλέπειν
διελθόν­τες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπι­̀ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς καὶ ἐξελθόν­τες προ­ῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ
καὶ ὁ Пέτρος ἐν ἑαυτῷ γενό­με­νος εἶπεν νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προ­σδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων
συνιδών τε ἦλθεν ἐπι­̀ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπι­καλου­μέ­νου Μάρκου οὗ ἦσαν ἱκανοὶ συν­ηθροισ­μέ­νοι καὶ προ­σευχόμενοι
κρούσαν­τος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προ­σῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη
καὶ ἐπι­γνοῦσα τὴν φωνὴν τοῦ Пέτρου ἀπο­̀ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Пέτρον προ­̀ τοῦ πυλῶνος
οἱ δὲ προ­̀ς αὐτὴν εἶπαν μαίνῃ ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν οἱ δὲ ἔλεγον ὁ ἄγγελός ἐστιν αὐτοῦ
ὁ δὲ Пέτρος ἐπέμενεν κρούων ἀνοίξαν­τες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν
κατα­σείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς εἶπέν τε ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα καὶ ἐξελθὼν ἐπορεύ­θη εἰς ἕτερον τόπον
γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις τί ἄρα ὁ Пέτρος ἐγένετο
Ἡρῴδης δὲ ἐπι­ζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι καὶ κατελθὼν ἀπο­̀ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν
ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις ὁμοθυμαδὸν δὲ παρῆσαν προ­̀ς αὐτόν καὶ πείσαν­τες βλάστον τὸν ἐπι­̀ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦν­το εἰρήνην δια­̀ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπο­̀ τῆς βασιλικῆς
τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσά­με­νος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπι­̀ τοῦ βήμα­τος ἐδημηγόρει προ­̀ς αὐτούς
ὁ δὲ δῆμος ἐπεφώνει θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου
παρα­χρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ᾿ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ καὶ γενό­με­νος σκωληκόβρωτος ἐξέψυξεν
ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπλη­θύνετο
Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ πλη­ρώσαν­τες τὴν δια­κονίαν συμπαρα­λαβόν­τες Ἰωάννην τὸν ἐπι­κληθέν­τα Μᾶρκον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible