Скрыть

Ἰωάννου Γ΄, Глава 1

Толкования
1:1
1:2
1:3
1:5
1:6
1:7
1:9
1:10
1:12
1:13
1:14
1:15
ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ
ἀγαπητέ περὶ πάν­των εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν καθὼς εὐοδοῦταί σου ἡ ψυχή
ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούν­των σου τῇ ἀληθείᾳ καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς
μειζοτέραν τούτων οὐκ ἔχω χαράν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦν­τα
ἀγαπητέ πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους
οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας οὓς καλῶς ποιήσεις προ­πέμψας ἀξίως τοῦ θεοῦ
ὑπὲρ γὰρ τοῦ ὀνόμα­τος ἐξῆλθον μηδὲν λαμβάνον­τες ἀπο­̀ τῶν ἐθνικῶν
ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοι­ούτους ἵνα συν­εργοὶ γινώμεθα τῇ ἀληθείᾳ
ἔγραψά τι τῇ ἐκκλησίᾳ ἀλλ᾿ ὁ φιλοπρωτεύ­ων αὐτῶν Διοτρέφης οὐκ ἐπι­δέχεται ἡμᾶς
δια­̀ τοῦτο ἐὰν ἔλθω ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς καὶ μὴ ἀρκού­με­νος ἐπι­̀ τούτοις οὔτε αὐτὸς ἐπι­δέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλο­μέ­νους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει
ἀγαπητέ μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν
Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάν­των καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας καὶ ἡμεῖς δὲ μαρτυροῦμεν καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν
πολλὰ εἶχον γράψαι σοι ἀλλ᾿ οὐ θέλω δια­̀ μέλανος καὶ καλάμου σοι γράφειν
ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν καὶ στόμα προ­̀ς στόμα λαλήσομεν
εἰρήνη σοι ἀσπάζον­ταί σε οἱ φίλοι ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible