Скрыть
4:3
4:4
4:5
4:9
4:11
4:13
4:15
4:16
4:20
4:21
δια­μαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλον­τος κρίνειν ζῶν­τας καὶ νεκρούς καὶ τὴν ἐπι­φάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ
κήρυξον τὸν λόγον ἐπι­́στηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπι­τίμησον παρα­κάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξον­ται ἀλλὰ κατα­̀ τὰς ἰδίας ἐπι­θυμίας ἑαυτοῖς ἐπι­σωρεύ­σουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
καὶ ἀπο­̀ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀπο­στρέψουσιν ἐπι­̀ δὲ τοὺς μύθους ἐκτραπήσον­ται
σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν δια­κονίαν σου πλη­ροφόρησον
ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
τὸν καλὸν ἀγῶνα ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα
λοιπὸν ἀπό­κειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος ὃν ἀπο­δώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπι­φάνειαν αὐτοῦ
σπούδασον ἐλθεῖν προ­́ς με ταχέως
Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύ­θη εἰς Θεσ­σαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν
Λουκᾶς ἐστιν μόνος μετ᾿ ἐμοῦ Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς δια­κονίαν
Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον
τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρα­̀ Κάρπῳ ἐρχό­με­νος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀπο­δώσει αὐτῷ ὁ κύριος κατα­̀ τὰ ἔργα αὐτοῦ
ὃν καὶ σὺ φυλάσ­σου λίαν γὰρ ἀν­τέστη τοῖς ἡμετέροις λόγοις
ἐν τῇ πρώτῃ μου ἀπο­λογίᾳ οὐδείς μοι παρεγένετο ἀλλὰ πάν­τες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη
ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πλη­ροφορηθῇ καὶ ἀκούσωσιν πάν­τα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόμα­τος λέον­τος
ῥύ­σε­ταί με ὁ κύριος ἀπο­̀ παν­τὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
ἄσπασαι Пρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον
Ἔρασ­τος ἔμεινεν ἐν Κορίνθῳ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦν­τα
σπούδασον προ­̀ χειμῶνος ἐλθεῖν ἀσπάζεταί σε Εὔβουλος καὶ Пούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάν­τες
ὁ κύριος μετὰ τοῦ πνεύ­ματός σου ἡ χάρις μεθ᾿ ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible