Скрыть
2:3
2:5
2:6
2:7
2:10
2:14
2:15
2:18
2:23
2:26
σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ
καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ δια­̀ πολλῶν μαρτύρων ταῦτα παρα­́θου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσον­ται καὶ ἑτέρους διδάξαι
συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ
οὐδεὶς στρατευό­με­νος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαν­τι ἀρέσῃ
ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ
τὸν κοπιῶν­τα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
νόει ὃ λέγω δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν
μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρμα­τος Δαυίδ κατα­̀ τὸ εὐαγγέλιόν μου
ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται
δια­̀ τοῦτο πάν­τα ὑπομένω δια­̀ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου
πιστὸς ὁ λόγος εἰ γὰρ συν­απεθάνομεν καὶ συζήσομεν
εἰ ὑπομένομεν καὶ συμβασιλεύ­σομεν εἰ ἀρνησόμεθα κἀκεῖνος ἀρνή­σε­ται ἡμᾶς
εἰ ἀπιστοῦμεν ἐκεῖνος πιστὸς μένει ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται
ταῦτα ὑπομίμνῃσκε δια­μαρτυρό­με­νος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν ἐπ᾿ οὐδὲν χρήσιμον ἐπι­̀ κατα­στροφῇ τῶν ἀκουόν­των
σπούδασον σεαυτὸν δόκιμον παρα­στῆσαι τῷ θεῷ ἐργάτην ἀνεπαίσχυν­τον ὀρθοτομοῦν­τα τὸν λόγον τῆς ἀληθείας
τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπι­̀ πλεῖον γὰρ προ­κόψουσιν ἀσεβείας
καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν‘Yμέναιος καὶ Φίλητος
οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγον­τες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
ὁ μέν­τοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην ἔγνω κύριος τοὺς ὄν­τας αὐτοῦ καί ἀπο­στήτω ἀπο­̀ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου
ἐν μεγά­λῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύ­η χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν
ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπο­̀ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
τὰς δὲ νεωτερικὰς ἐπι­θυμίας φεῦγε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπι­καλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας
τὰς δὲ μωρὰς καὶ ἀπαιδεύ­τους ζητήσεις παρα­ιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας
δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλὰ ἤπιον εἶναι προ­̀ς πάν­τας διδακτικόν ἀνεξίκακον
ἐν πραΰτητι παιδεύ­ον­τα τοὺς ἀν­τιδια­τιθε­μέ­νους μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπι­́γνωσιν ἀληθείας
καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ δια­βόλου παγίδος ἐζωγρη­μέ­νοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible