Скрыть
2:1
2:2
2:5
2:6
2:9
2:10
2:12
2:13
2:14
2:15
2:16
2:17
ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοί ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπι­συν­αγωγῆς ἐπ᾿ αὐτόν
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπο­̀ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε δια­̀ πνεύ­μα­τος μήτε δια­̀ λόγου μήτε δι᾿ ἐπι­στολῆς ὡς δι᾿ ἡμῶν ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου
μή τις ὑμᾶς ἐξαπατήσῃ κατα­̀ μηδένα τρόπον ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀπο­στασία πρῶτον καὶ ἀπο­καλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας ὁ υἱὸς τῆς ἀπωλείας
ὁ ἀν­τικεί­με­νος καὶ ὑπεραιρό­με­νος ἐπι­̀ πάν­τα λεγόμενον θεὸν ἢ σέβασμα ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀπο­δεικνύν­τα ἑαυτὸν ὅτι ἔστιν θεός
οὐ μνημονεύ­ετε ὅτι ἔτι ὢν προ­̀ς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν
καὶ νῦν τὸ κατέχον οἴδατε εἰς τὸ ἀπο­καλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ
τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται
καὶ τότε ἀπο­καλυφθή­σε­ται ὁ ἄνομος ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύ­ματι τοῦ στόμα­τος αὐτοῦ καὶ καταργήσει τῇ ἐπι­φανείᾳ τῆς παρουσίας αὐτοῦ
οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύ­δους
καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπο­λλυ­μέ­νοις ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαν­το εἰς τὸ σωθῆναι αὐτούς
καὶ δια­̀ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύ­δει
ἵνα κριθῶσιν πάν­τες οἱ μὴ πιστεύ­σαν­τες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαν­τες τῇ ἀδικίᾳ
ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάν­τοτε περὶ ὑμῶν ἀδελφοὶ ἠγαπη­μέ­νοι ὑπὸ κυρίου ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύ­μα­τος καὶ πίστει ἀληθείας
εἰς ὃ καὶ ἐκάλεσεν ὑμᾶς δια­̀ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ἄρα οὖν ἀδελφοί στήκετε καὶ κρατεῖτε τὰς παρα­δόσεις ἃς ἐδιδάχθητε εἴτε δια­̀ λόγου εἴτε δι᾿ ἐπι­στολῆς ἡμῶν
αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παρα­́κλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι
παρα­καλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παν­τὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible