Скрыть
1:1
1:2
1:4
1:7
1:9
1:10
1:11
1:12
Пαῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσ­σαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ
χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάν­τοτε περὶ ὑμῶν ἀδελφοί καθὼς ἄξιόν ἐστιν ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάν­των ὑμῶν εἰς ἀλλήλους
ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε
ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ κατα­ξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ ὑπὲρ ἧς καὶ πάσχετε
εἴπερ δίκαιον παρα­̀ θεῷ ἀν­ταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
καὶ ὑμῖν τοῖς θλιβο­μέ­νοις ἄνεσιν μεθ᾿ ἡμῶν ἐν τῇ ἀπο­καλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ
ἐν πυρὶ φλογός διδόν­τος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπο­̀ προ­σώπου τοῦ κυρίου καὶ ἀπο­̀ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ
ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύ­σασιν ὅτι ἐπι­στεύ­θη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
εἰς ὃ καὶ προ­σευχόμεθα πάν­τοτε περὶ ὑμῶν ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πλη­ρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει
ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν αὐτῷ κατα­̀ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible